Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φυλλίς, χώρα Θρᾴκης, Ἡρόδοτος ἑβδόμῃ “ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς”. ἔστι καὶ ποταμὸς Βιθυνίας Φύλλις οὗ Φυλληίς τὸ θηλυκόν. οἱ οἰκήτορες Φύλλιοι ἢ Φυλλιεῖς, ἀφ´ οὗ τὸ θηλυκὸν Φυλληίς.
… Ναρθηκίς νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν. Τὰ εἰς 'λις' ἀπλᾶ ἔχοντα σύμφωνον κατ´ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ 'λ' ὀξύνεται, εἰ μὴ διὰ τοῦ 'θ' κλίνοιτο ἢ πόλιν σημαίνοι, φυλλίς· ἔστι δὲ καὶ χώρα Θρᾴκης. Ἡρόδοτος ἑβδόμῃ (c. 113) «ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς». ἔστι καὶ ποταμὸς Βιθυνίας Φυλλίς. κιγκλίς, θυλλίς ὁ θύλακος. Ὑλλίς τὸ θηλυκὸν ἐθνικοῦ παρὰ Καλλιμάχῳ ἀπὸ Ὑλλίδος Ἀργείας μιᾶς τῶν νυμφῶν καὶ Ἀπολλόδωρος Ὑλλὶς πρόκειται χερρόνησος ἡλίκη μάλιστα Πελοπόννησος, ὥς φασι.................. πεντεκαίδεκα πόλει…