Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φῦλον, τὸ ἔθνος, ἀπὸ τῆς φυλῆς δηλονότι, ἢ ἀφ´ οὗ ἡ φυλή. σύνθετον ἔμφυλος καὶ ἐμφύλιος, ὡς [Βοιωτός] Βοιώτιος καὶ κάπρος κάπριος καὶ Πάμφυλος Παμφύλιος. λέγεται καὶ φύλιος ἄνευ τῆς ἐν.
…ωρίον Σικελίας. Φίλιστος τρίτῳ. ἔστι καὶ Βιθυνίας Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν Προύσῃ βασιλικὰ λεγόμενα, τὰ δὲ ἐν Καππαδοκίᾳ, τὰ δὲ ἐν Συρίᾳ, τὰ δὲ Δορυλαείου. Νίψα πόλις Θρᾴκης. προπερισπᾶται δὲ ταῦτα, σῦκον, φῦλον τὸ γένος ἀπὸ τῆς φυλῆς ἢ ἀφ´ οὗ ἡ φυλή, κῶλον, κῆλον, μῆλον, κῦλον. Ζῆλα τόπος Ἀρμενίας. Στράβων ιαʹ. ἔστι καὶ Ποντικὴ Ζῆλα λεγομένη καὶ αὐτὴ οὐδετέρως. Σοῦσα πόλις ἐπίσημος Περσική, Μέμνονος κτίσμα. κέκληται δὲ ἀπὸ τῶν κρίνων, ἃ πολλὰ ἐν τῇ …