Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φυσκία, πόλις Λυκίας ἐφ´ ὑψηλοῦ ὄρους κειμένη. τὸ ἐθνικὸν Φύσκιος.
…λίας. Φημίαι πόλις τῆς Ἀρναίας ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Φοιβία πόλισμα Σικυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφ´ ὑψηλοῦ ὄρους κειμένη. Χαλδία χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν.... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία». καὶ Ἑκαταῖος «Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν». Χηνοβοσκία πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρ…