Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…αὶ ἀρσενικῶς ὁ Φύσκος. “Φύσκος δέ, ἀφ´ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ...” Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. [λέγεται καὶ Φυσκεύς.] ἔστι καὶ ἄλλη Μακεδονίας, ἧς μέμνηται Θεαγένης ἐν Μακεδονικοῖς. καὶ τὸ ἔθνος Φύσκοι καὶ Λοκροί. ἔστι καὶ ποταμὸς Φύσκος καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει.
…, δίσκος, Φύσκος υἱὸς τοῦ Αἰτωλοῦ τοῦ Ἀμφικτύονος τοῦ Δευκαλίωνος. Ἑκαταῖος «ἐὼν δὲ πρεσβύτερος Λοκρὸς ἦν Φύσκου παῖς». «Φύσκος δὲ ἀφ´ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί....» καὶ τὸ ἔθνος ὁμοφώνως. Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. ἔστι καὶ ποταμὸς Φύσκος, καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει. ἔστι καὶ Φύσκος πόλις Λοκρίδος καὶ ἑτέρα τῆς Καρίας. ἔστι δὲ λιμὴν Ῥόδου. ἔστι καὶ ἄλλη Μακεδονίας. μύσκος. Ζύσκος ποταμὸς Μακεδονίας, ὡς Ἀντιγενίδης φησί. Κέσκος. τὸ δὲ ἀσκός ἀπὸ φωνήεντος ἄρχεται. Τὰ εἰς 'κος' διβράχ…