Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φώκαια, πόλις Ἰωνίας. Ἡρόδοτος πρώτῃ. λέγεται καὶ Φωκαίη διὰ τοῦ « η ». ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ὁ πολίτης Φωκαεύς καὶ Φωκαιεύς καὶ Φωκαΐτης καὶ θηλυκὸν Φωκαΐς. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν τῇ Μυκάλῃ. ἐθνικὸν τὸ αὐτό.
Ἰωνίας. Ἡρόδοτος πρώτῃ (c. 142). λέγεται καὶ Φωκαίη διὰ τοῦ 'η'. ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν Μυκάλῃ. Αἴθαια πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. Σήταια, ἀφ´ ἧς Σηταῖον χωρίον παρὰ Σύβαριν. ἦν δὲ μία τῶν αἰχμαλώτων, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρ…