Stephanos of Byzantium - Ethnika
Thria: a deme of the Oineid tribe. Also said Thrio; the demesman Thriasios, and the Thriasian plain; it is as Tithras Tithrasios. Most with 'o', Thriothen Thrioze and Thriasin. From 'Thriai', Thriaios. Also said Thriasikos. 'Thriai' are the divining pebbles, which Athena invented; but being vexed at those of Apollo.... Zeus made the divination by thriai, which was in repute, untrustworthy. Wherefore Apollo too said: "many are the pebble-throwers, but few the seers". There is also a deme Thrion from Thrias.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ος τῆς Οἰνηίδος φυλῆς. λέγεται καὶ Θριώ· ὁ δημότης Θριάσιος, καὶ Θριάσιον πεδίον, ἔστι δὲ ὡς Τίθρας Τιθράσιος. τὰ πλεῖστα δὲ διὰ τοῦ « ω », Θριῶθεν Θριῶζε καὶ Θριᾶσιν. ἀπὸ δὲ τοῦ Θριαί Θριαῖος. λέγεται δὲ καὶ Θριασικός. θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ· ἀχθόμενος δὲ τοὺς τοῦ Ἀπόλλωνος .... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη “πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες”. ἔστι δὲ καὶ δῆμος Θρίων ἀπὸ Θρίαντος.
…ς 'α' μακρὸν μονογενῆ τῇ 'ει' ἢ τῷ 'ι' μακρῷ παραληγόμενα ἐπὶ οὐσίας τιθέμενα ὀξύνεται, χειά, ζειά εἶδος κριθῆς, Φειά πόλις Ἠλείας. Ὅμηρος «Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Η 135). λέγεται καὶ Φεά. φλιά, θριά· θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ. ἀχθόμενος δὲ τοὺς τοῦ Ἀπόλλωνος.... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη «πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες». τὸ δὲ Θρῖα δῆμος τῆς Οἰνηΐδος φυλῆς προπερισπᾶται, πληθυντικῶς δὲ λεγόμενον ὀξύνεται Θριαί. λέγεται καὶ Θριώ καὶ Θριώς. στιά, οἷς ἠκολούθησε καὶ τὸ σκιά 'ι' βραχεῖ παραληγόμενον. ἔστι δὲ καὶ Σκιά πολίχνιον Εὐβοίας. τὸ…
Θρῖα, δῆμος τῆς Οἰνηίδος φυλῆς. λέγεται καὶ Θριώ· ὁ δημότης Θριάσιος, καὶ Θριάσιον πεδίον, ἔστι δὲ ὡς Τίθρας Τιθράσιος. τὰ πλεῖστα δὲ διὰ τοῦ « ω », Θριῶθεν Θριῶζε καὶ Θριᾶσιν. ἀπὸ δὲ τοῦ Θριαί Θριαῖος. λέγεται δὲ καὶ Θριασικός. θριαί δὲ αἱ μαντικαὶ …
…ίας ὁ Ῥόδιος »Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ´ ὑπεδέξατο Δωδώ«. Ἐλβώ νῆσος. Ἡρόδοτος δευτέρᾳ (c. 140). Ἀμαζώ θυγάτηρ τῆς Ἐφέσου, ἀφ´ ἧς αἱ Ἀμαζόνες. Ἡρώ πόλις Αἰγυπτία. Στράβων δὲ Ἡρώων πόλιν αὐτὴν καλεῖ. Θριώ· οὕτως λέγεται Θρῖα δῆμος τῆς Οἰνηΐδος φυλῆς, ὅθεν Θριῶθεν Θριῶζε. Ἰώ ἤτοι σελήνη·