8 Θάσος· νῆσος πρὸς τῇ Θρᾴκῃ, πόλιν ὁμώνυμον ἔχουσα, ἔνθα Τηλέφη ἡ τῆς Εὐρώπης θνῄσκει μήτηρ. ἀπὸ Θάσου. „ι̅ δὲ γενεαῖς Ἡρακλέους καὶ Θάσος παλαίτερος, εἴπερ ἀπὸ Ἀγήνορος Προῖτος ἦν, Ἀγήνορος δὲ Βῆλος ἀδελφὸς ἦν, Βήλου δ’ Αἴγυπτος, οὗ Λυγκεύς, οὗ Ἄβας, <οὗ Ἀκρίσιος,> οὗ Δανάη, ἧς Περσεύς, οὗ Ἀλκαῖος, οὗ Ἀμφιτρύων, οὗ Ἡρακλῆς“ (Anonymus). ὅτι δὲ καὶ Ἀερία ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου (T 167 Tarditi; 230 Parke/Wormell = Q55 Fontenrose)· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
Translation pending
9 Θαυμακία· πόλις Μαγνησίας. Ὅμηρος (Β 716) „οἳ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο“. ἀπὸ Θαυμάκου τοῦ Ποίαντος πατρός, ἀφ’ οὗ νῆσος. β̅ πόλις κατὰ τὸν Μαλιακὸν κόλπον. οἱ ἔνοικοι Θαυμακοί. καὶ „Θαυμακίης ἱερὸν Ἀρτέμιδος“ (Call. fr. 800 Pfeiffer).
Translation pending
10 Θαυμάσιον· ὄρος Ἀρκαδίας, ἐν ᾧ τὸν λίθον ὁ Κρόνος κατέπιεν. οἱ ἐνοικοῦντες Θαυμάσιοι.
Translation pending
11 Θάψακος· πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ. Θεόπομπος ἐν Φιλιππικῶν γ̅ (FGrHist 115 F 47). ὁ πολίτης Θαψακηνός.
Translation pending
12 Θαψίπολις· πλησίον Καρχηδόνος. τὸ ἐθνικὸν Θαψιπολίτης. Κουάδρατος ιβ Ῥωμαϊκῆς <χιλιάδος> (FGrHist 97 F 3).
Translation pending
13 Θάψος· πόλις Λιβύης. Στράβων ιζ (17,3,16 [C 834,19]). ἔστι καὶ Σικελίας. ἔστι καὶ χερσόνησος ἐν τῷ στενῷ τοῦ ἰσθμοῦ. τὸ ἐθνικὸν Θάψιος.
Translation pending
14 Θέα· πόλις Λακωνικῆς. Φιλόχορος γ (FGrHist 328 F 32b). <οἱ πολῖται> Θεεῖς ὡς Θουκυδίδης (cf. 1,101,2).
Translation pending
15 Θεάγγελα· πόλις Καρίας. ὁ πολίτης Θεαγγελεύς.
Translation pending
16 Θεβηθά· φρούριον Μεσοποταμίας. Ἀρριανὸς ια (FGrHist 156 F 41). ὁ οἰκήτωρ Θεβηθηνός, ὡς Ἄκμαθα Ἀκμαθηνός.
Translation pending
17 Θεισόα· πόλις Ἀρκαδίας. Παυσανίας η (8,27,4 etc.). ὁ πολίτης Θεισοάτης ὡς Λυκοάτης.
Translation pending
18 Θελαμοῦζα· φρούριον τῆς παρ’ Εὐφράτην Ἀραβίας, ὡς Κουάδρατος ἐν Παρθικῶν ζ (FGrHist 97 F 13). τὸ ἐθνικὸν Θελαμουζαῖος.
Translation pending
19 Θεμβρίμος· πόλις Καρίας, ἀπὸ Θεμβρίμου. ὁ πολίτης Θεμβριμεύς.
Translation pending
20 Θεμίσκυρα· πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, καὶ ἡ χώρα. οἱ οἰκοῦντες Θεμισκύριοι. λέγεται καὶ Θεμισκύρειαι.
Translation pending
21 Θεμισσός· πόλις Καρίας, ἣν ἔκτισε Δάδας. ἀπὸ Θεμισσοῦ παιδός, ὃν λύκοι διεχρήσαντο. ὁ πολίτης Θεμισσεύς.
Translation pending
22 Θεμισώνιον· χωρίον Φρυγίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ (Epit. fr. 17 Stiehle). τὸ ἐθνικὸν Θεμισώνιος.
Translation pending
23 Θεναί· πόλις Κρήτης. τινὲς δὲ Ἀρκαδίας. οἱ δὲ ὄρος. τὸ ἐθνικὸν Θεναῖος καὶ Θεναία καὶ Θενεῖς.
Translation pending
25 Θεούπολις· ἡ μεγίστη τῆς ἕω πόλις, ἥτις ἐξ Ἀντιοχείας μετὰ τὸν σεισμὸν ὠνομάσθη ἀπὸ Ἰουστινιανοῦ. ὁ πολίτης Θεουπολίτης. ἔστι καὶ ἐν Αἰγύπτῳ Θεόπολις. ὁ πολίτης ὁμοίως.
Translation pending
26 Θεράπναι· πόλις Λακωνική, ἥν τινες Σπάρτην φασίν. ἔστι καὶ τόπος ἔχων ναὸν τῶν Διοσκούρων, διὰ τὸ ἐκεῖσε τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ <ναὸς> τὴν οἰκίαν. τὸ ἐθνικὸν Θεραπναῖος καὶ Θεραπναία καὶ Θεραπναῖον.
Translation pending
Θέρμα· χωρίον Σικελίας. Φίλιστος γ̄ (FGrHist 556 F 16). τὸ ἐθνικὸν Θερμαῖος. ἔστι καὶ Βιθυνίας Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν Προύσῃ βασιλικὰ λεγόμενα, τὰ δὲ ἐν Καππαδοκίᾳ, τὰ δὲ ἐν Συρίᾳ, τὰ δὲ Δορυλαείου. οἱ οἰκοῦντες Θερμηνοί.
Translation pending
Θέρμη· πόλις Θρᾴκης. Ἀπολλόδωρος (FGrHist 244 F 193) δὲ Μακεδονίας φησὶ καὶ Θουκυδίδης (1,61,2). ὁ πολίτης Θερμαῖος. ἔστι καὶ Θερμαῖος κόλπος.
Translation pending
Θέρμος· πολίχνιον Αἰτωλίας, ὡς Πολύβιος (e.g. 5,8,3). τὸ ἐθνικὸν Θέρμιος, καὶ τὸ κτητικὸν Θερμικός.
Translation pending
Θέρμυδρα· λιμὴν τῆς μιᾶς τῶν ἐν Ῥόδῳ πόλεων. τὸ ἐθνικὸν Θερμυδρεύς.
Translation pending
Θέρνη· πόλις Θρᾴκης. τὸ ἐθνικὸν Θερναῖος.
Translation pending
Θερσῖται· ἔθνος Ἰβηρικόν. Πολύβιος ἐν γ̄ (3,33,9).
Translation pending
Θέσπεια· πόλις Βοιωτίας. Ὅμηρος (Β 498) „Θέσπειαν Γραῖάν τε“. Θεσπιάδου κτίσμα, τοῦ Τεύθραντος τοῦ Πανδίονος. γράφεται καὶ διὰ τοῦ ι καὶ ἐκτείνεται. καὶ συστέλλεται παρὰ Κορίννῃ (fr. 20 Page). καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων <ὑπὸ τῶν> Περσῶν· ἦν δὲ Φιλιάδου Μεγαρέως (AP App. 94)· ἄνδρες θ’ οἵ ποτ’ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. καὶ θαῦμα πῶς τὸ ἑνικὸν διὰ διφθόγγου γράφεται. β Θεσσαλίας. γ ἐν Σαρδοῖ. ὁ πολίτης Θεσπιεύς καὶ Θεσπιάς καὶ Θεσπίς.
Translation pending
Θεσπρωτία· πόλις καὶ χώρα ἔξω τοῦ Ἀμβρακικοῦ κόλπου. τὸ ἐθνικὸν Θεσπρωτός καὶ Θεσπρωτίς. καὶ Θεσπρωτιακός.
Translation pending
35 Θεσσαλία· ἀπὸ Θεσσαλοῦ, ἡ πρότερον Πελασγία. ἐν ταύτῃ οὐκ ἔξεστι πελαργοὺς κτείνειν· τοὺς γὰρ τῆς χώρας ὄφεις ἀναιροῦσιν. ὁ πολίτης Θεσσαλιώτης καὶ Θετταλιώτης καὶ Θετταλός καὶ Θετταλίς. ἔστι καὶ θετταλὶς ὑπόδημά τι ποιόν, ὡς Λύσιππος ἐν Βάκχαις (fr. 2 Kassel/Austin [PCG V 619]). τὸ Θεττάλη δρᾶμα Μενάνδρου (fr. ii Kassel/Austin [PCG VI 2,127]) βαρύνεται παρὰ Ἀττικοῖς, εἰς ἰδιότητα τεθέν. λέγεται καὶ θετταλίζω ὡς δωρίζω, ἀφ᾽ οὗ τὸ ἐντεθετταλίσμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ (fr. 214 Kassel/Austin [PCG V 423]), τουτέστι χλαμύδα Θετταλικὴν φοροῦμεν. Θετταλικὸν περόνημα.
Translation pending
36 Θεσσαλονίκη· πόλις Μακεδονίας, ἥτις ἄρα ἐκαλεῖτο Ἁλία, Κασάνδρου κτίσμα ἢ ὅτι Φίλιππος τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺς νικήσας οὕτως ἐκάλεσε. Λούκιος δὲ ὁ Ταρραῖος περὶ Θεσσαλονίκης βιβλίον (fr. 5 Linnenkugel) ἔγραψεν, ὅς φησιν ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ (Ἰάσονος γὰρ ἦν ἀδελφιδῆ) ἔγημε, καὶ τεκοῦσα τῇ κ̄ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκη τρέφειν καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο. Στράβων (7 fr. 13a,1) δὲ Θεσσαλονίκειαν αὐτήν φησι. τὸ ἐθνικὸν Θεσσαλονικεύς.
Translation pending
Θεστίδειον· πόλις Θεσσαλική. Ἑλλάνικος (FGrHist 4 F 136 = fr. 136 Fowler) δὲ δίχα τοῦ σ φησίν, ἀπὸ Θέτιδος. ἔστι καὶ λίμνη Θρᾴκης, παρ’ ᾗ Νῦσα χωρίον. τὸ ἐθνικὸν Θεστιδεύς.
Translation pending
Θέστις· πόλις Ἀράβων. καὶ ἄλλη Λιβύης. ὁ πολίτης ἑκατέρας Θεστίτης. {ἐκ δὲ τῆς Λιβυκῆς Κορνοῦτος φιλόσοφος Θεστίτης χρηματίζων.}
Translation pending
Θέστωρος· ὡς Κύτωρος, πόλις Θρᾴκης. Θεόπομπος κβ (FGrHist 115 F 142). τὸ ἐθνικὸν Θεστώριος.
Translation pending
24 Θευδοσία· Ταυρικὴ πόλις παραλία. Στράβων ζ (7,4,4 [C 309,27]). τὸ ἐθνικὸν Θευδοσιανός καὶ Θευδοσιεύς.
Translation pending
Θήβη· πόλις Βοιωτίας διάσημος, ἀπὸ Θήβης τῆς Προμηθέως. ὁ πολίτης Θηβαῖος καὶ Θηβαιεύς καὶ Θηβαΐς καὶ ἡ χώρα καὶ ἡ γυνή. ἔστι ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλίμαχός (fr. 409 Pfeiffer) φησιν ὅτι κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον, ὃ ταῖς μὲν ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς τριακάδας οὐ πνεῖ παντελῶς. γ Θεσσαλίας τῆς Φθιώτιδος. δ ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας, ἧς ὁ πολίτης Θηβαΐτης. ε Ἰωνίας κατὰ Μίλητον. ς ἐν τῇ Ἀττικῇ. ζ τῆς Καταονίας. η Ἰταλίας. θ Συρίας. τὸ κτητικὸν Θηβαϊκός καὶ Θηβαϊκή. τὰ τοπικὰ Θήβηθεν Θήβαζε Θήβησιν.
Translation pending
Θηγώνιον· πόλις Θεσσαλίας. Ἑλλάνικος α Δευκαλιωνείας (FGrHist 4 F 8 = fr. 8 Fowler). τὸ ἐθνικὸν Θηγώνιος.
Translation pending
Θίγγη· πόλις Λιβύης. Ἑκαταῖος Περιηγήσει (FGrHist 1 F 354). τὸ ἐθνικὸν Θίγγιος.
Translation pending
Θίς· πόλις Αἰγυπτία πλησίον Ἀβύδου. ὁ πολίτης Θινίτης. Ἀλέξανδρος Αἰγυπτιακῶν α (FGrHist 273 F 2).
Translation pending
Θίσβη· πόλις Βοιωτίας. Ὅμηρος (Β 502) „πολυτρήρωνά τε Θίσβην“. ἀπὸ Θίσβης τῆς Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. ὁ πολίτης Θισβαῖος. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος (fr. 20 Braswell/Billerbeck = fr. 21 Lünzner). καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. Ἰσμηνίας δὲ ὁ αὐλητὴς Θισβεὺς ἐχρημάτιζε, καὶ ὁ Ἐρετριέων αὐλητὴς Θισβεύς.
Translation pending
Θμοῦις· πόλις Αἰγύπτου, ὡς Ξόις Σάις. ὁ πολίτης Θμουίτης.
Translation pending
Θοραί· δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Θοραιεύς. τὰ τοπικὰ Θόραθεν Θόραζε Θόρασι.
Translation pending
Θορικός· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ἑκαταῖος (FGrHist 1 F 126) δὲ πόλιν αὐτήν φησιν. ὁ δημότης Θορίκιος καὶ Θορικεύς. τὰ τοπικὰ ἐκ Θορικοῦ Θορικόνδε Θορικοῖ.
Translation pending
Θόρναξ· ὄρος τῆς Λακωνικῆς. Νικόλαος δ (FGrHist 90 F 29). τὸ ἐθνικὸν Θορνάκιος, ὡς Νάρυξ Ναρύκιος.
Translation pending
Θούλη· νῆσος μεγάλη ἐν τῷ ᾿Ωκεανῷ ὑπὸ τὰ ῾Υπερβόρεια μέρη, ἔνθα τὴν θερινὴν ἡμέραν ὡρῶν κ̅ ὁ ἥλιος ἰσημερινῶν ποιεῖ, τὴν δὲ νύκτα δ̅, τὰς δὲ χειμερινὰς τοὐναντίον. τὸ ἐθνικὸν Θουλαῖος, ἴσως δὲ καὶ Θουλίτης.
Translation pending
Θούριοι· πόλις ᾿Ιταλίας, ἡ πρότερον Σύβαρις, ἀπὸ Θουρίας πηγῆς· ὕστερον δὲ Κωπίαι. λέγεται καὶ Θουρία, καὶ Θούριον ὡς ἐν τῷ ῾Ηροδότου ἐπιγράμματι (Page, FGE 154 [1748–51])
῾Ηρόδοτον Λύξεω κρύπτει κόνις ἥδε θανόντα,
᾿Ιάδος ἀρχαίης ἱστορίης πρύτανιν,
Δωρίδος ἐκ πάτρης βλαστόντ’· ἀστῶν γὰρ ἄπλητον
μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην.
τὸ ἐθνικὸν ὁμωνύμως Θούριοι, καὶ Θουριακοί, καὶ Θουρῖνος οἶνος, ὡς Στράβων (6,1,14 [C 264,1]). καὶ ὤφειλε δὲ παρὰ τὸ Θούριον Θουριανός, ὡς Πάριον Παριανός, ἢ παρὰ τὴν Θουρίαν, ὡς ᾿Ολβιανός. <***> Παυσανίας (4,31,1) δὲ Ἄνθειαν αὐτήν φησι. καὶ τὸ ἐθνικὸν Θουριᾶται καὶ Θουριάς τὸ θηλυκὸν καὶ Θουριεύς. τινὲς δὲ Θουνίαν καὶ Θουνιάτας.
Translation pending
56 Θρᾴκη· ἀπὸ νύμφης Τιτανίδος, ἀφ’ ἧς καὶ Κρόνου Δόλογκος. ἔστι δὲ ἡ Θρᾴκη χώρα, ἣ Πέρκη ἐκαλεῖτο καὶ Ἀρία. τὸ ἐθνικὸν Θρᾷξ καὶ Θρᾷσσα. καὶ Θρᾷττα ἀττικῶς, καὶ ἡ ἀπὸ Θράκης δούλη καὶ εἶδος ἰχθύος καὶ ὀρνέου. τὸ θηλυκὸν Θρᾳκία ἀπὸ τοῦ Θρᾴκιος καὶ Θρᾴκιον. τὸ δὲ Θραίκιος λέγεται καὶ διὰ μακροῦ τοῦ ι „ἀνέρα δὲ Τροίη Θρηίκιον οὔτε φορήσει“ (Call. fr. 801 Pfeiffer). τὸ ἐθνικόν φασι καὶ Θρείκιον, καὶ θηλυκῶς Θρείσσαν. καὶ θρακιστὶ τὸ ἐπίρρημα, ὡς ἀπὸ τοῦ θρακίζω.
Translation pending
57 Θρᾳκῶν κώμη· πλησίον Ἀντιοχείας. τὸ ἐθνικὸν κατὰ τέχνην Θρακοκωμήτης.
Translation pending
58 Θράμβος· ἀκρωτήριον Μακεδονίας. τὸ τοπικὸν Θραμβούσιος. ὁ γὰρ διὰ τοῦ σιος τύπος δύο συλλαβαῖς, εἰ μή τις βραχεῖα παραγωγὴ γένοιτο, τοῦ πρωτοτύπου περιττεύει. σεσημείωται τὸ Περκώσιος καὶ Κριθώσιος ἀπὸ τοῦ Περκώτη καὶ Κριθώτη.
Translation pending
Θρία· δῆμος τῆς Οἰνηίδος φυλῆς. λέγεται καὶ Θριώ. ὁ δημότης Θριάσιος, καὶ Θριάσιον πεδίον, ἔστι δὲ ὡς Τίθρας Τιθράσιος. τὰ πλεῖστα δὲ διὰ τοῦ ω, Θριῶθεν Θριῶζε <Θριῶσι>. καὶ Θριᾶσιν. ἀπὸ δὲ τοῦ Θριαί Θριαῖος. λέγεται δὲ καὶ Θριασικός. θριαὶ δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς ἐφεῦρεν Ἀθηνᾶ· ἀχθομένου δὲ τοῦ Ἀπόλλωνος ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη (610 Parke/Wormell) „πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες“. ἔστι δὲ καὶ δῆμος Θρίων ἀπὸ Θρίαντος.
Translation pending
Θρίγκη· πόλις περὶ τὰς στήλας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 356). τὸ ἐθνικὸν Θριγκαῖος ὡς Τρικκαῖος.
Translation pending
Θριοῦς· πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας, ὅμορος Πάτραις, ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. τὸ ἐθνικὸν Θριούντιος καὶ Θριάσιος.
Translation pending
Θρόνιον· πόλις Λοκρῶν. Ὅμηρος (B 533) „Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα“. τὸ ἐθνικὸν Θρόνιος καὶ Θρονίτης καὶ Θρονιεύς. τὸ δὲ Θρονίτης ἀπὸ τοῦ Θρονιώτης.
Translation pending
Θρύανδα· πόλις Λυκίας. ὁ πολίτης Θρυανδεύς.
Translation pending
Θρύον· πόλις τῆς Μεσσηνίας, ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ τοῦ φυτοῦ Θρυόεις καὶ Θρυόεσσα. κεῖται δ’ ἡ πόλις παρὰ τὸν Ἀλφειόν. ὁ πολίτης Θρυόεντιος καὶ Θρυόντιος, ἐκ δὲ τῆς Θρυοέσσης Θρυουσσαῖος ὡς Σκοτουσσαῖος. καὶ Θρυούσιος ὡς Πιτυούσιος, καὶ Θρυίτης ὡς λικνίτης.
Translation pending
Θύαμις· κώμη ὑπὸ Σεμιράμιδος κτισθεῖσα παρὰ τὴν Ἀραχωσίαν. τὸ ἐθνικὸν Θυαμίτης.
Translation pending
Θυάτειρα· πόλις Λυδίας, ἡ πρότερον Πελοπεία καὶ Σεμίραμις, ἀπὸ Σελεύκου τοῦ Νικάτορος Λυσιμάχῳ πολεμοῦντος, καὶ ἀκούσαντος ὅτι θυγάτηρ αὐτῷ γέγονε, τὴν πόλιν ἐκάλεσε Θυγάτειρα. καὶ ἔδει θηλυκῶς· νῦν δὲ οὐδετέρως φασίν. ἐκαλεῖτο δὲ καὶ Μυσῶν ἐσχάτη. βουλομένων δὲ κτίσαι πόλιν τῶν Μυσῶν, ἀνεῖλεν ὁ θεός, οὗ ἂν ὁραθείη ἔλαφος τετοξευμένη καὶ τροχάζουσα κτίσαι, εὑρόντας δ’ ὀνομάσαι διὰ τὸ θύειν καὶ τροχάζειν τὴν ἔλαφον. τὸ ἐθνικὸν Θυατειρηνός, ὡς Γάγγα Γαγγρηνός. ἀφ’ οὗ Νίκανδρος γραμματικὸς (FGrHist 343 T 1) Θυατειρηνός {ἢ Κολοφώνιος}.
Translation pending
Θυέλα· πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος ᾱ (1,167,3). τὸ ἐθνικὸν Θυελαῖος.
Translation pending
68 Θυεσσός· πόλις Λυδίας, ὀξυτόνως. ἀπὸ Θυεσσοῦ καπήλου. ἔστι καὶ Πισιδίας, ἧς τὸ ἐθνικὸν Θυεσσεύς.
Translation pending
69 Θυμαιτάδαι· δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Θυμαιτάδης. τὰ τοπικὰ ἐκ Θυμαιταδῶν καὶ τὰ λοιπά.
Translation pending
70 Θύμβρα· πόλις Τρῳάδος, Δαρδάνου κτίσμα, ἀπὸ Θύμβρου φίλου αὐτοῦ. οὗ ποταμὸς Θύμβριος, ἀφ’ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν. λέγεται καὶ διὰ τοῦ ζ Ζυμβραῖος. λέγεται καὶ Θύμβριος. Ἑλλάνικος (FGrHist 4 F 151 = fr. 151 Fowler) δὲ Δύμβριός φησι διὰ τοῦ δ καὶ Δυμβριεύς.
Translation pending
71 Θύμβραρα· πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς Ξενοφῶν (Cyr. 6,2,11). τὸ ἐθνικὸν Θυμβραρεὺς ἔδει. Ξενοφῶν δὲ Θυμβραραῖός φησι.
Translation pending
72 Θύμβρις· ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις. τὸ ἐθνικὸν Θύμβριος καὶ Θυμβριάς.
Translation pending
73 Θυμιατηρία· πόλις Λιβύης. τὸ ἐθνικὸν Θυμιατήριος.
Translation pending
74 Θύνη· πόλις Λιβύης, ὡς ὁ πολυίστωρ Ἀλέξανδρος (FGrHist 273 F 120). ὁ πολίτης Θυναῖος ὡς Δωδωναῖος.
Translation pending
75 Θυνία· ἡ χώρα τῶν Θυνῶν. τὸ ἐθνικὸν Θυνός ὁμοφώνως τῷ οἰκιστῇ τῆς Θυνίας, ὡς Θετταλός Ἰταλός.
Translation pending
76 Θυνιάς· νῆσος πρὸς τῷ στόματι τοῦ Πόντου καὶ ἄκρα. τὸ ἐθνικὸν Θυνιάδιος ὡς Ψωφίδιος, καὶ Θυνιαδεύς. λέγεται καὶ Θυνή καὶ Θυνίς καὶ Θυνηίς.
Translation pending
77 Θυραῖον· πόλις Ἀρκάδων, κτίσμα Ὑψοῦντος παιδὸς Λυκάονος. τὸ ἐθνικὸν Θυραῖος ὡς Νυμφαῖος. καὶ Θυραιόθεν τοπικῶς.
Translation pending
78 Θυρέα· περὶ ἧς Ἀργεῖοι καὶ Λακεδαιμόνιοι ἐπολέμησαν. ἔστι δὲ τῆς Κυνουρίας γῆς, μεθορία δὲ τῆς Ἀργείας καὶ Λακωνικῆς. λέγεται καὶ πληθυντικῶς. <καὶ> κατὰ συναίρεσιν Θυρῆ. οἱ οἰκοῦντες Θυρεᾶται ὡς Τεγεᾶται, καὶ θηλυκῶς Θυρεᾶτις. ἔστι καὶ Ἀκαρνανίας Θύριον διὰ τοῦ ι. τὸ ἐθνικὸν Θυριεύς ὡς Σουνιεύς. Ἀνδροτίων (FGrHist 324 F 65) δὲ Θούριος φησί.
Translation pending
79 Θυσσαγέται· ἔθνος παρὰ τὴν Μαιῶτιν λίμνην, ὡς Ἡρόδοτος (4,22,1 et 123,3).
Translation pending
80 Θώκνεια· πόλις Ἀρκαδίας, ἀπὸ Θώκνου. Παυσανίας η (8,29,5; cf. 8,3,2 et 27,4). ὁ πολίτης Θωκνεύς.
Translation pending
81 Θῶνις· πόλις Αἰγύπτου, ἀπὸ Θῶνος βασιλέως τοῦ ξενίσαντος Μενέλαον. κεῖται δὲ κατὰ τὸ στόμα τὸ Κανωβικόν. ὁ πολίτης Θωνίτης.
Translation pending
82 Θώραξ· πόλις Αἰτωλίας. ἔστι καὶ Μαγνησίας. τὸ ἐθνικὸν Θωρακίτης.
Translation pending