Θυάτειρα

Stephanos of Byzantium - Ethnika

Θυάτειρα OCR ✓ Trans ✓ Confirmed ✓
city
Θυάτειρα, πόλις Λυδίας, ἡ πρότερον Πελόπεια καὶ Σεμίραμις, ἀπὸ Σελεύκου τοῦ Νικάτορος Λυσιμάχῳ πολεμοῦντος, καὶ ἀκούσαντος ὅτι θυγάτηρ αὐτῷ γέγονε, τὴν πόλιν ἐκάλεσε Θυγάτειρα· καὶ ἔδει θηλυκῶς· νῦν δὲ οὐδετέρως φασίν. ἐκαλεῖτο δὲ καὶ Μυσῶν ἐσχάτη βουλομένων δὲ κτίσαι πόλιν τῶν Μυσῶν, ἀνεῖλεν ὁ θεός, οὗ ἂν ὁραθείη ἔλαφος τετοξευμένη καὶ τροχάζουσα κτίσαι, εὑρόντας δ´ ὀνομάσαι διὰ τὸ θύειν καὶ τροχάζειν τὴν ἔλαφον. τὸ ἐθνικὸν Θυατειρηνός, ὡς Γάγγρα Γαγγρηνός. ἀφ´ οὗ Νίκανδρος γραμματικὸς Θυατειρηνὸς [ἢ Κολοφώνιος].

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.