Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἰαζαβάται, ἔθνος παρὰ Μαιῶτιν, οὓς Σαυρομάτας φησὶν Ἔφορος.
…Λᾶν πόλιν Λακωνικὴν ἑλόντες. Τὰ εἰς 'της' ἁπλᾶ ἀρσενικὰ καθαρὸν ἔχοντα τὸ 'τ' βραχείᾳ παραληγόμενα ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ἐργάτης, ἐλάτης, Ἰξιβάτης ἔθνος πρὸς τῷ Πόντῳ προσεχὲς τῇ Σινδικῇ. Ἑκαταῖος Ἀσίᾳ. Ἰαζαβάτης ἔθνος παρὰ Μαιῶτιν, οὓς Σαυρομάτας φησὶν Ἔφορος. Σαρμάτης ἔθνος Σκυθικόν, Σαυρομάτης ἔθνος Ἰνδικόν. λέγονται καὶ Συρμάται, ὡς Εὔδοξος πρώτῳ »ποταμὸν τοῦ Τανάϊδος Συρμάτας κατοικεῖν«. Γαλάτης ἔθνος πρὸς νότον τοῖς Παφλαγόσιν· ἀπὸ τῶν ἐν τῇ Κελτικῇ Γαλατῶν, οἳ πλανηθέν…