Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἰάθριππα, πόλις Ἀραβίας πλησίον τῆς Ἔγρας. ὁ οἰκήτωρ Ἰαθριππηνός· ἐπιχώριος γὰρ ὁ τύπος, ὡς Μηδαβηνός.
…πα Δαυνίων παγκληρίαν» ( 592). αὕτη Ἄρποι ἐκαλεῖτο. Διομήδης μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐτείχισε· καὶ μετωνόμασε Ἄργος Ἵππιον. Βόρσιππα πόλις Χαλδαίων, ἱερὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶς. Ἰάθριππα πόλις Ἀραβίας πλησίον τῆς Ἔγρας. Τὰ εἰς 'ρον' δισύλλαβα προσηγορικὰ παραληγόμενα τῷ 'υ' καὶ μὴ ἀρχόμενα ἀπὸ ἀμεταβόλου ὀξύνεται, σφυρόν, πυρόν, ξυρόν. τὸ μέντοι μύρον βαρύνεται ἀπὸ ἀμεταβόλου ἀρχόμενον. τὸ δὲ Ψύρον. Στράβων ἐν τῷ ιδʹ «τὰ Ψύρα ἀπὸ πεντ…