Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἰαλυσός, πόλις ἐν Ῥόδῳ καὶ ἐν Σκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ. ὁ πολίτης Ἰαλύσιος καὶ Ἰηλύσιος καὶ Ἰαλυσιάς.
… πόλις Αἰγύπτου προσεχὴς τῷ Κασίῳ ὄρει. Ἡρόδοτος ( 3, 5). ὡσαύτως καὶ τὰ δι´ ἑνὸς 'σ' ἐκφερόμενα προπαροξύνεται, μέθυσος, γόγγυσος, Διόνυσος, Ὄνυσος ὁ ποταμός. ἄφυσος, ἄρυσος ἀγγεῖον πλεκτὸν σπυριδῶδες. Ἰάλυσος ἥρως καὶ πόλις ἐν Ῥόδῳ καὶ ἐν Σκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ. Ἀμφίλυσος ποταμὸς Σάμου. Εὐφορίων Ἀρτεμιδώρῳ »δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον«. Τὰ εἰς 'σσος' ὑπὲρ δύο συλλαβὰς τῷ 'ω' παραληγόμενα ὀξύνεται, Κερωσσός πόλις Ἀπολλωνιάδος. Βηρωσσός, Κεδρωσσός ἔθνος πλησίον τῆς Ἐρυθρᾶς θαλάσση…