Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἴασος, πόλις Καρίας ἐν ὁμωνύμῳ νήσῳ κειμένη, ἡ καὶ ὀξυτόνως λεγομένη. ὁ πολίτης αὐτῆς Ἰασεύς, ἀφ´ οὗ Χοιρίλος ἐὼν Ἰασεύς. Ἴασος δὲ τὸ Ἄργος καὶ Ἰάσιοι οἱ κατοικοῦντες.
…οἶδα σύνηθες Ἕλλησιν, τὸ δὲ νοσσός ἐκ τοῦ νεοσσός. Τὰ εἰς 'σος' ὑπερδισύλλαβα ἔχοντα τὸ 'α' συνεσταλμένον, ἑνὸς ὄντος τοῦ 'σ', προπαροξύνεται, κόμπασος, Ἅρπασος ποταμὸς Καρίας, Δάμασος, βαύνασος τὸ καὶ βάναυσος, θίασος, Ἴασος πόλις Καρίας ἐν ὁμωνύμῳ νήσῳ κειμένη, ἡ καὶ ὀξυτόνως λεγομένη, Ἴασος δὲ καὶ τὸ Ἄργος ἀπὸ Ἰάσου τοῦ κατ´ ἐνίους πατρὸς Ἰοῦς. Ἴμβρασος ποταμὸς καὶ ἀπ´ αὐτοῦ ἡ Σάμος, Τράγασος, ἀφ´ οὗ Τραγασαί χωρίον ἐν ἠπείρῳ, Καύκασος τὸ ὄρος τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν μέγιστον, λέγεται καὶ Καύκασις δ…