Stephanos of Byzantium - Ethnika
Idoumaioi: a people of the Hebrews, named after Adomos (for the Hebrews call red 'adoma'), because his brother had received the birthright by giving him tawny food.
AI translation — gpt-5.6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἰδουμαῖοι, ἔθνος Ἑβραίων, ἀπὸ ἀδώμου (ἄδωμα γὰρ οἱ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσιν), ὅτι ξανθὸν βρῶμα δοὺς αὐτῷ ὁ ἀδελφὸς τὰ πρωτεῖα εἰλήφει.
…ι, εἰ μὴ διαστολὴ γένοιτο κυρίου ἢ εἴη σύνθετον, πυγμαῖος καὶ Πυγμαῖος, υἱὸς Δώρου τοῦ Ἐπάφου, ἀφ´ οὗ Πυγμαῖοι ἔθνος, δρομαῖος, ἀκμαῖος, ἰμαῖος ἡ ἐπιμύλιος ᾠδή. δηλοῖ δὲ καὶ ὄνομα κύριον. ἐρημαῖος. Πτολεμαῖος. Ἰδουμαῖος ἔθνος Ἑβραίων ἀπὸ ἀδώμου (ἄδωμα γὰρ οἱ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσιν), ὅτι ξανθὸν βρῶμα δοὺς αὐτῷ ὁ ἀδελφὸς τὰ πρωτεῖα εἰλήφει. Ῥωμαῖος, Δαλμαῖος ἔθνος παρὰ τοῖς Ἰχθυοφάγοις, ὡς Ἀπολλόδωρος. Ἑρμαῖος, ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Σοφοκλεῖ. τὸ δὲ Ἕρμαιος κύριον πρὸς ἀντιδιαστολὴν προπαροξύνεται καὶ τὸ «ὅθι θ´ Ἕρμαιος λόφος ἐστίν» (Od. π 471) καὶ τὸ …