Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἱεριχοῦς, πόλις μεταξὺ Ἱεροσολύμων καὶ Ἰορδάνου ποταμοῦ. ἡ γενικὴ Ἱεριχοῦντος. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. εὕρηται καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆς Ἱεριχώ· τὸ ἐθνικὸν Ἱεριχούντιος.
…πωλῶ παντοπώλης. * Τὰ εἰς 'μης' βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται. Ἔτι τὰ εἰς 'ανης' κύρια,…
Ἱεριχοῦς, πόλις μεταξὺ Ἱεροσολύμων καὶ Ἰορδάνου ποταμοῦ. ἡ γενικὴ Ἱεριχοῦντος. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. εὕρηται καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆς Ἱεριχώ· τὸ ἐθνικὸν Ἱεριχούντιος.
…ον Σχεδίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δολίος, Τυχίος. ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ Ἅλιος, Ἄνιος, Ξένιος, Κρόνιος, Ὕπιος ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. γίνεται δὲ παρὰ τὴν ὑπό πρόθεσιν ὡς Ἄνιος παρὰ τὴν ἀνά καὶ Ἄμφιος ὁ τοῦ Σελάγου υἱὸς παρὰ τὴν ἀμφί ἐκτάσεως γενομένης τοῦ 'ι' ποιητικῆς. Τὰ εἰς 'ιος' τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται,
Ἱεριχοῦς, πόλις μεταξὺ Ἱεροσολύμων καὶ Ἰορδάνου ποταμοῦ. ἡ γενικὴ Ἱεριχοῦντος. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. εὕρηται καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆς Ἱεριχώ· τὸ ἐθνικὸν Ἱεριχούντιος.
…μέλεος σύνθετόν ἐστι. τὸ δὲ τέλεος καὶ κήλεος κατὰ πάθος ἀπὸ τέλειος καὶ κήλειος κτητικά. * Τὰ εἰς 'νεος' ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ἐνεός, Φενεός ἥρως καὶ πόλις Ἀρκαδίας· «οἳ Φενεόν τ´ ἐνέμοντο καὶ Ὀρχομενόν »(Β 605). λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. κενεός, ἀφνεός, Ἐλινεός ὄνομα ἔθνους. Ἐρινεός πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. τὸ δὲ λαΐνεος καὶ ἐλαΐνεος κατὰ πλεονασμὸν τοῦ 'ε' ἐκ τοῦ λάϊνος καὶ ἐλάϊνος. τὸ …