Stephanos of Byzantium - Ethnika
Ikonion: a city in Lykaonia near the borders of Mount Tauros. They say there was a certain Annakos who lived for more than three hundred years. The people around him consulted an oracle about how long he would live. The response was that when he died, they would all perish. On hearing this, the Phrygians lamented bitterly. Hence the proverb ‘weeping in the time of Annakos’ is applied to those who lament excessively. When the flood came in the time of Deukalion, they all perished. After the land had dried out, Zeus ordered Prometheus and Athena to mould likenesses from clay; he summoned the winds and ordered them to breathe into them all and bring them to life. Because the images were drawn there, the place was called Ikonion. It should, however, be spelt with the diphthong ει. A citizen is an ‘Ikonieus’.
AI translation — gpt-6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ι, ἕως τίνος βιώσεσθαι. ἐδόθη δὲ χρησμός, ὅτι τούτου τελευτήσαντος πάντες διαφθαρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν καὶ παροιμία “τὸ ἐπὶ Ἀννακοῦ κλαύσειν” ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ τοῦ κατακλυσμοῦ ἐπὶ Δευκαλίωνος πάντες διεφθάρησαν. ἀναξηρανθείσης δὲ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ, καὶ προσκαλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτελέσαι. διὰ οὖν τὰς εἰκόνας ἐκεῖ διαγραφῆναι Ἰκόνιον κληθῆναι. καὶ ἔδει διὰ διφθόγγου. ὁ πολίτης Ἰκονιεύς.
…σθαι, ἕως τίνος βιώσεσθαι. ἐδόθη δὲ χρησμός, ὅτι τούτου τελευτήσαντος πάντες διαφθαρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν καὶ παροιμία «τὸ ἐπὶ Ναννακοῦ κλαύσειν» ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ κατακλυσμοῦ ἐπὶ Δευκαλίωνος πάντες διεφθάρησαν. ἀναξηρανθείσης δὲ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ καὶ προσκαλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτελέσαι.