Ἴλιον

Stephanos of Byzantium - Ethnika

Ἴλιον OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #52
Greek source: meineke
Meineke: 330.18 | Billerbeck: Ι52
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-12
Word count: 64
Source: vol2_309.jpg
Edit
Ἴλιον, πόλις Τρῳάδος, ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον· δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας, Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. τὸ ἐθνικὸν Ἰλιεύς “Ἰλιεὺς ὁ Ἀπόλλων ἐν Τροίᾳ”, καὶ θηλυκὸν Ἰλιάς, καὶ Ἴλιος καὶ Ἰλία. καὶ Ἰλιακός. οὐδετέρως δὲ παρὰ πᾶσι τὸ Ἴλιον, παρ´ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ “Ἴλιον αἰπύ” νοθεύει Ἀρίσταρχος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.358
char LCS 103 (33.3%) · word LCS 17 (27.0%)
Stephanos
Ἴλιον, πόλις Τρῳάδος, ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον· δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας, Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. τὸ ἐθνικὸν Ἰλιεύς “Ἰλιεὺς ὁ Ἀπόλλων ἐν Τροίᾳ”, καὶ θηλυκὸν Ἰλιάς, καὶ Ἴλιος καὶ Ἰλία. καὶ Ἰλιακός. οὐδετέρως δὲ παρὰ πᾶσι τὸ Ἴλιον, παρ´ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ “Ἴλιον αἰπύ” νοθεύει Ἀρίσταρχος.
Herodian
…ν. Τὰ διὰ τοῦ 'ιον' τρισύλλαβα κύρια προπαροξύνονται, Ἴλιον πόλις Τρῳάδος ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον. οὐδετέρως παρὰ πᾶσι, παρ´ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ «Ἴλιον αἰπύ» (Il. Ο 71) νοθεύει Ἀρίσταρχος. δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. Δέρριον. Ῥήγιον πόλις Ἑλληνίς. Ἴσθμιον. Ῥύτιον πόλις Κρήτης (Il. Β 648), ὅπερ Τυραννίων οὐκ εὖ παροξύνει ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο, καθότι τρίβραχυ. Θρόνιον, Σπήλιον. Ὄβριο…