Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἰναχία, ἡ Πελοπόννησος, οὐ μόνον τὸ Ἄργος. ἀπὸ Ἰνάχου τοῦ ποταμοῦ. τὸ ἐθνικὸν Ἰνάχειος διὰ διφθόγγου, ὡς Αἰσχύλος Προμηθεῖ δεσμώτῃ πῶς δ´ οὐ κλύω τῆς οἰστροδινήτου κόρης τῆς Ἰναχείης, ἣ Διὸς θάλπει κέαρ. καὶ οὐδέτερον “σύ τ´ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους”. καὶ διὰ τοῦ « ι » Ἰνάχιον, καὶ Ἰναχίτης καὶ Ἰναχιεύς.
…ται, Αἰάντειος, Ὁμήρειος, γαλήνειος, Ἱππάρχειος. Ἀλεξάνδρειος, Ἀντιόχειος, Ἑλένειος τόπος πρὸς τῷ Κανώβῳ, Ἑκαταῖος περιηγήσει Λιβύης· Βοσπόρειος. Σοφοκλῆς ἐν Φινεῖ πρώτῳ «οὐδ´ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ». Ἰνάχειος ὡς Αἰσχύλος Προμηθεῖ δεσμώτῃ (v. 589) πῶς δ´ οὐ κλύω τῆς οἰστροδονήτου κόρης τῆς Ἰναχείης, ἣ Διὸς θάλπει κέαρ καὶ (v. 705) οὔτ´ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους. Ταρτάρειος παρ´ Εὐριπίδῃ ἐν Εὐρυσθεῖ σατυρικῷ. Ὑγάσσειος «Ὑγάσσειον πεδίον». «Σολύγειος λόφος». Ἀπέννειος, Ἀριμάσπειος, Λ…