Ἰόπη

Stephanos of Byzantium - Ethnika

Ἰόπη OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #72
Greek source: meineke
Meineke: 333.13 | Billerbeck: Ι73
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-13
Word count: 79
Source: vol2_315.jpg
Edit
Ἰόπη, πόλις Φοινίκης πλησίον Ἰαμνίας ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος, τοῦ καταστερισθέντος, οὗ ἐστι γυνὴ Κασσιέπεια. οἱ Ἕλληνες κακῶς φασιν. ἀφ´ οὗ Κηφῆνες οἱ Αἰθίοπες. ἔστι καὶ Θεσσαλίας ἄλλη. τὸ ἐθνικὸν τῆς προτέρας Ἰοπίτης. λέγεται καὶ Ἰοπία διὰ τοῦ « ι », καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. ἐκ δὲ τοῦ Ἰόπεια διὰ διφθόγγου Ἰοπεύς καὶ Ἰοπείτης, καὶ Ἰοπίς θηλυκὸν παρὰ Χάρακι.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.339
char LCS 164 (41.1%) · word LCS 30 (38.0%)
Stephanos
Ἰόπη, πόλις Φοινίκης πλησίον Ἰαμνίας ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος, τοῦ καταστερισθέντος, οὗ ἐστι γυνὴ Κασσιέπεια. οἱ Ἕλληνες κακῶς φασιν. ἀφ´ οὗ Κηφῆνες οἱ Αἰθίοπες. ἔστι καὶ Θεσσαλίας ἄλλη. τὸ ἐθνικὸν τῆς προτέρας Ἰοπίτης. λέγεται καὶ Ἰοπία διὰ τοῦ « ι », καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. ἐκ…
Herodian
καὶ πόλις Παρθυαίων. Πολύβιος δεκάτῳ. Ἀντιόπη. Στερόπη τὸ κύριον, στεροπή δὲ ἡ ἀστραπή, Μερόπη· οὕτως ἐκαλεῖτο Σίφνος νῆσος. Κασσιόπη. Κορόπη πόλις Θεσσαλίας. Ὀρόπη πόλις Εὐβοίας, ὅπου Ἀπόλλωνος διασημότατον ἱερόν. Ἰόπη πόλις Φοινίκης πλησίον Ἰαμνίας, ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος. ἔστι καὶ Θεσσαλίας ἄλλη. Πηνελόπη. Ἐνόπη πόλις Μεσσηνίας. Ὅμηρος »Καρδαμύλην Ἐνόπην« (Il. Ι 150), μέμνηται αὐτῆς καὶ Παυσανίας τρίτῳ (c. 26, 8). Πελόπη κώμη Λυδίας πρὸς τῇ Φρυγίᾳ. Ἀλόπη πόλις Θεσσαλίας ἀπὸ Ἀλόπης τῆς Κ…
Herodian 1.275
char LCS 42 (10.5%) · word LCS 11 (13.9%)
Stephanos
…θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος, τοῦ καταστερισθέντος, οὗ ἐστι γυνὴ Κασσιέπεια. οἱ Ἕλληνες κακῶς φασιν. ἀφ´ οὗ Κηφῆνες οἱ Αἰθίοπες. ἔστι καὶ Θεσσαλίας ἄλλη. τὸ ἐθνικὸν τῆς προτέρας Ἰοπίτης. λέγεται καὶ Ἰοπία διὰ τοῦ « ι », καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. ἐκ δὲ τοῦ Ἰόπεια διὰ διφθόγγου Ἰοπεύς καὶ Ἰοπείτης, καὶ Ἰοπίς θηλυκὸν παρὰ Χάρακι.
Herodian
…εἶναι, κέκληται δὲ ἀπὸ Ψυττάλου. Ἀγάθεια πόλις Φωκίδος ὡς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ἔστι δὲ καὶ Ἀγάθεια πόλις Λιγύων ἢ Κελτῶν, παραγωγὴ τῆς Ἀγάθης ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. Ἰόπεια πόλις Φοινίκης, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ 'ι' καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. Λαοδίκεια πόλις τῆς Συρίας ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡς Φίλων. ἔστι καὶ ἑτέρα Λυδίας· ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα. λέγεται δὲ κατὰ παραγωγὴν ἐκ τῆς Λαοδίκης ὡς Ἀπάμη Ἀπάμεια…