Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἴος, νῆσος τῶν Κυκλάδων, ἀπὸ Ἰώνων οἰκησάντων, ὅθεν ἦν Ὁμήρου μήτηρ, ὡς ὁ χρησμός Ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ´ ἀμφοτέροισι, πατρίδα δίζηαι, μητρὶς δέ τοι, οὐ πατρὶς ἔστιν. ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται, ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι. ἐ…
Τὰ εἰς 'ος' δισύλλαβα τὸ δίχρονον ἔχοντα βραχὺ βαρύνεται, σάος καὶ Σάος ἡ τῶν Σαΐων νῆσος. Ἴος νῆσος τῶν Κυκλάδων ἀπὸ Ἰώνων οἰκησάντων, ἔστι καὶ Λυδίας. Τίος πόλις Παφλαγονίας ἀπὸ Τιέως ἱερέως τὸ γένος Μιλησίου, ὡς Φίλων. Δημοσθένης δ´ ἐν Βιθυνιακοῖς φησι κτιστὴν τῆς πόλεως γενέσθαι Πάταρον ἑλόντα Παφλαγονίαν καὶ ἐκ τοῦ τιμᾶν τὸν Δία Τίον προσαγορεῦσαι…