Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἰρά, ὄρος Μεσσηνίας. Ῥιανὸς ἐν Μεσσηνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Μαλιέων ἀπὸ Ἴρου. ἔστι καὶ πόλις Λέσβου. καὶ ἡ παρ´ Ὁμήρῳ “Καρδαμύλην τ´ Ἐνόπην τε καὶ Ἰρήν”. τὸ ἐθνικὸν Ἰριεύς τῶν Μαλιέων.
σπεῖρα, στεῖρα ἡ μὴ τίκτουσα καὶ τὸ μέρος τῆς νεώς, ζεῖρα εἶδος χιτῶνος, οἱ δὲ ζώνης. * Τὰ εἰς 'ρα' τῇ 'ει' διφθόγγῳ ἢ 'ι' μακρῷ παραληγόμενα δισύλλαβα ὀξύνεται, εἰρά ἢ ἰρά ἡ ἐκκλησία ὡσαύτως καὶ Ἰρά ὄρος Μεσσήνης. Ῥιανὸς ἐν Μεσσηνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Μαλιέων καὶ Λέσβου. καὶ ἡ παρ´ Ὁμήρῳ »Καρδαμύλην τ´ Ἐνόπην τε καὶ Ἱρήν« (ι 150). εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα ὡς ἐπὶ τοῦ »Ῥίπην τε Στρατίην τε« (Il. Β 606), »Ὄρθην« (ibid. 739). ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς '…