Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἴρασα, τόπος Λιβύης, εἰς ὃν μετήγαγον Βάττον οἱ Λίβυες, ὡς Ἡρόδοτος τετάρτῃ. τὸ ἐθνικὸν Ἰρασεύς, ὡς Μύλασα Μυλασεύς.
…αύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Πήγασα πόλις Καρίας. δεῖ δὲ οὐ διὰ τοῦ 'δ' γράφειν Πήδασα, ἀλλὰ διὰ τοῦ 'γ' Πήγασα. Κύρβασα πόλις Καρίας. Δέδμασα πόλις Καρίας. Ἱέρασα ἢ Ἴρασα τόπος Λιβύης, εἰς ὃν μετήγαγον Βάττον οἱ Λίβυες, ὡς Ἡρόδοτος τετάρτῃ (c. 158). Κάνδασα φρούριον Καρίας. Πολύβιος ἑκκαιδεκάτῳ. Πλάρασα πόλις Καρίας. Τόμισα χωρίον διορίζον Καππαδοκίαν ἀπὸ τοῦ Ταύρου. Πιμώλισα φρούριον τῆς ἐντὸς Ἅλυος Ποντικῆς. Μονόγισα πόλις Καρίας. ἵδρυμα Δαιδάλου μετρῶν…