Ἰσεῖον, πόλις Αἰγύπτου, ἀπὸ Ἴσιδος. οἱ οἰκοῦντες μετάβολοι· τοιοῦτοι γὰρ ἦσαν. πωλοῦσι δὲ μόνοις τοῖς ἐμπόροις ἀθρόα τὰ φορτία παρὰ τῶν τεχνιτῶν ἀγοράζοντες αὐτὰ κατ´ ὀλίγα καὶ κοτυλίζουσι τοῖς ἐγχωρίοις. προπερισπᾶται δέ, ὡς Ἰρεῖον καὶ Νεμεσεῖον καὶ τῶν ὅσα μὴ τῆς γενικῆς τὸ « δ » ἐφύλαξαν τεμενικῶν· τοιοῦτος γὰρ ὁ τύπος.
Translation pending