Stephanos of Byzantium - Ethnika
Hispaniai: Two provinces of Italy, the one great the other small.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἱσπανίαι, [ἀπὸ Ἱσπάνου γίγαντος οὕτω λεγομένου.] δύο τῆς Ἰταλίας ἐπαρχίαι, ἡ μὲν μεγάλη ἡ δὲ μικρά. [ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ χρονικῶν “ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπ´ αὐτοὺς Κύϊντος”. ὁ αὐτὸς ὁμοῦ περὶ τῶν δύο “Κύϊντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις, ἡσσώμενος δὲ ὑπὸ Οὐιριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο”. ταύτην κεκλῆσθαί φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ “τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα Ἰβη…
…ί Πλαζομεναί. ἔστι δὲ καὶ ἄλλη Σικελίας. ἔστι δὲ καὶ ἄλλη Λοκρῶν. Καταονία μοῖρα ἐσχάτη τοῦ Ταύρου. Στράβων δὲ Καππαδοκίας ταύτην φησίν. Κοινία μία τῶν Ἀμαζόνων. Ἰουερνία νῆσος Πρεττανική. Βονωνία πόλις Ἰταλίας. Ἱσπανία ἀπὸ Ἱσπάνου γίγαντος οὕτω λεγομένου δύο τῆς Ἰταλίας ἐπαρχίαι ἡ μὲν μεγάλη ἡ δὲ μικρά. ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ χρονικῶν «ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπ´ αὐτοὺς Κΰιντος». ὁ αὐτὸς ὁμοῦ ὑπὲρ τῶν δύο «Κύϊντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις