Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἰσσός, πόλις μεταξὺ Συρίας καὶ Κιλικίας, ἐν ᾗ Ἀλέξανδρος Δαρεῖον ἐνίκησεν, ἣ ἐκλήθη διὰ τοῦτο Νικόπολις ἀπ´ αὐτοῦ. καὶ ὁ Ἰσσικὸς κόλπος. ὁ πολίτης Ἰσσαῖος, ὡς Νεῖλος Νειλαῖος. ἐκεῖ δὲ καὶ ποταμὸς Πίναρος ὀνομαζόμενος.
…ησσός ἔθνος τῆς Ταυρινίας. Ἀπολλόδωρος ἐν δευτέρῳ περὶ γῆς «ἔπειτα δ´ Ἑρμώνασσα καὶ Κῆπος πόλις, τρίτον δὲ τὸ Ψησσῶν ἔθνος». Τνυσσός πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Βυσσός τὸ ἐθνικὸν καὶ ἡ νῆσος καὶ βυσσός ὁ βυθός, πεσσός. Ἰσσός πόλις μεταξὺ Συρίας καὶ Κιλικίας. δισσός, τρισσός, λισσός, κισσός. τὸ δὲ Κίσσος τὸ κύριον βαρύνεται. ὡσαύτως καὶ τὸ βύσσος τὸ θηλυκὸν προσηγορικὸν ἀφ´ οὗ καὶ βύσσινον, καὶ Νέσσος ἐπὶ τοῦ Κενταύρου καὶ Λίσσος πόλις Ἰλλυρίας· τὸ γὰρ γλωσσός ὁ λάλος παρὰ …