Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἱστός, νῆσος Λιβύης, Οὐδενόη λεγομένη ὑπὸ Λιβύων, ὑπὸ δὲ Φοινίκων Κέλλα ῥαφσάθ ὃ ἑρμηνεύεται ἱστὸς νεώς. νηὶ γάρ ἐστι παραπλήσιος. τὸ ἐθνικὸν Ἵστιος, τῷ λόγῳ τῶν εἰς « ος » δισυλλάβων ἐπὶ νήσων, Ἴμβριος Ἄνδριος.
…ὁμοίως τῷ πατρός, μητρός, ἀνδρός. Τὸ δὲ κρέως, γήρως, κέρως τινὲς ὀξύνειν θέλουσι λέγοντες, ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένοντο κατὰ συγκοπὴν τοῦ 'α' καὶ 'τ' κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ 'ο' ὀξυτόνως τῷ λόγῳ τῶν εἰς 'ος' δισυλλάβων γενικῶν οἷον πατρός, μητρός καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντες τὸ 'ο' εἰς 'ω' ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν οἷον κρεώς γηρώς κερώς. ἀλλὰ ταῦτα βαρυτονητέον τῷ λόγῳ τῆς συναιρέσεως τῆς γενομένης ἀπὸ ὀξείας καὶ δύο βαρειῶν εἰ…