Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἴστροι, ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν [Ἴστρος], καὶ κτητικὸν Ἰστρικός, ὡς τὸ Ταῦροι Ταυρικός.
… δισύλλαβα ἔχοντα πρὸ τοῦ 'ρ' τὸ 'τ' μόνον ἢ μεθ´ ἑτέρου συμφώνου μὴ ἐπιθετικὰ βαρύνεται, Χύτρος Κύπρου πόλις, ἣν ὠνομάσθαι μὲν Ξεναγόρας φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ Ἀκάμαντος. Λεῦκτρος, οἶστρος, βόστρος, Ἴστρος ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι δὲ καὶ πόλις Κρήτης, ἣν Ἀρτεμίδωρος Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τρίτη νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ τὸ Τριόπιον τῆς Κνιδίας. τετάρτη πόλις τῆς Ἰαπυγ…
Ἴστροι, ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν [Ἴστρος], καὶ κτητικὸν Ἰστρικός, ὡς τὸ Ταῦροι Ταυρικός.
ἢ κύρια, ὁπότε τῷ 'ι' παραλήγει συνεσταλμένῳ προπαροξύνεται, ἀνθέρικος, Κύζικος πόλις τῆς Προποντίδος, Ὤρικος πόλις ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ «μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν». Ἀπολλόδωρος δὲ πόλιν αὐτὴν οἶδε. λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ «οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται …