Ἴστρος

Stephanos of Byzantium - Ethnika

Ἴστρος OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #115
Greek source: meineke
Meineke: 341.3 | Billerbeck: Ι115
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-13
Word count: 56
Source: vol2_329.jpg
Edit
Ἴστρος, πόλις Κρήτης, ἣν Ἀρτεμίδωρος Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. τὸ ἐθνικὸν Ἴστριος καὶ Ἰστριεύς. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τὸ ἐθνικὸν ταύτης Ἰστριανός ὡς Ὀλβιανός, καὶ κατὰ τροπὴν Ἰστριηνὸς λιμήν καὶ Ἰστριανίς, θηλυκῶς. τρίτη νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ τὸ Τριόπιον τῆς Κνιδίας. τετάρτη πόλις τῆς Ἰαπυγίας, ὡς Ἔφορος εἰκοστῷ ἐνάτῳ.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.204
char LCS 96 (31.5%) · word LCS 18 (31.6%)
Stephanos
…Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. τὸ ἐθνικὸν Ἴστριος καὶ Ἰστριεύς. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τὸ ἐθνικὸν ταύτης Ἰστριανός ὡς Ὀλβιανός, καὶ κατὰ τροπὴν Ἰστριηνὸς λιμήν καὶ Ἰστριανίς, θηλυκῶς. τρίτη νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ τὸ Τριόπιον τῆς Κνιδίας. τετάρτη πόλις τῆς Ἰαπυγίας, ὡς Ἔφορος εἰκοστῷ ἐνάτῳ.
Herodian
… Ἀκάμαντος. Λεῦκτρος, οἶστρος, βόστρος, Ἴστρος ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι δὲ καὶ πόλις Κρήτης, ἣν Ἀρτεμίδωρος Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τρίτη νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ τὸ Τριόπιον τῆς Κνιδίας. τετάρτη πόλις τῆς Ἰαπυγίας, ὡς Ἔφορος εἰκοστῷ ἐνάτῳ. ἔστι καὶ ποταμός. Βάκτρος ἔθνος. τὸ δὲ δαιτρός ὀξύνεται καὶ τὸ οἰκτρός, ἔτι καὶ τὸ φιτρός ὁ κορμός. Τὰ εἰς δύο 'ρρ' ἐπιθετικὰ ὄντα ὀξύνεται, στερρός, πυρρός τὸ ἐπίθετον. Πύρρος δὲ τὸ κύριον ὥσπερ καὶ τὸ ῎Υρρος καὶ Γέρρ…