Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἰτέα, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Ἰτεαῖος. Ἀνδροτίων δὲ τρισυλλάβως ἔφη.
τόνου, ὥσπερ καὶ ἐπὶ τοῦ «ἦλθε κατ´ ἰγνύην βεβλημένος» (Ν 212) τὴν μεταβολὴν τῆς τάσεως ἐποιήσατο. ἔστι καὶ Πτελέα δῆμος Οἰνηΐδος φυλῆς καὶ πόλις. οὕτω γὰρ ἡ Ἔφεσος ἐκαλεῖτο, καὶ Ἰτέα δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. συκέα, ἀμυγδαλέα, μηλέα, λεοντέα, γαλέα, Νεμέα χώρα τῆς Ἀργολίδος, Τενέα· κώμη Κορίνθου ἀπὸ Τένου τοῦ Κύκνου, τινὲς δὲ Γενέα γράφουσι. Μαντινέα, ἣ καὶ Μαντίνεια καὶ Μαντίνη. Ὠκαλέα πόλις Βοιωτίας «Ὠκαλέην Μεδεῶνά τ´ ἐϋ…
Ἰτέα, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Ἰτεαῖος. Ἀνδροτίων δὲ τρισυλλάβως ἔφη.
…κὰ καὶ ἐπιθετικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς 'ρ' καταλήγουσαν ὀξύνεται, κορμός, φορμός, θερμός. τὸ δὲ ὅρμος βαρύνεται. τὸ δὲ Θέρμος πολίχνιον Αἰτωλίας, ὡς Πολύβιος, καὶ τὸ Σκύρμος πόλις Κυζίκου πλησίον, καὶ Ἕρμοι δῆμος τῆς Ἀκαμαντίδος φυλῆς ὁ καὶ Ἕρμος οὐδετέρως κύρια.