Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἴτων, πόλις Θεσσαλίας “Ἴτωνά τε μητέρα μήλων”. οἱ ἐγχώριοι ὀξυτόνως αὐτήν φασιν Ἰτών· τινὲς δὲ Σιτῶνα αὐτήν φασι διὰ τὸ σιτοφόρον. λέγεται καὶ ἡ Ἴτωνος ἀπὸ Ἰτώνου ἥρωος, ἀφ´ οὗ καὶ Ἰτωνία ἡ Ἀθηνᾶ. ἥ τις καὶ Ἰτώνη. τὸ ἐθνικὸν Ἰτωναῖος καὶ Ἰτωναία ἡ Ἀθηνᾶ. ἔστι καὶ πόλις Ἰτώνη ἐν Ἠπείρῳ, καὶ Ἰταλίας, καὶ Βοιωτίας, καὶ Λυδίας. ὁ πολίτης Ἰτώνιος καὶ Ἰτωνία, κα…
… φύσει μακρᾷ παραληγόμενα βαρύνεται, μὴ ὄντα τοπικά. πρόσκειται μὴ ὄντα τοπικὰ διὰ τὸ κοιτών. τὰ δὲ ἄλλα βαρύτονα. Πλούτων, γείτων, Τρίτων, Κρίτων, Βίτων. ἐκτέταται δὲ ποιητικῶς τὸ «Ἴτωνά τε μητέρα μήλων» (Β 696). οἱ δὲ ἐγχώριοι ὀξυτόνως αὐτήν φασιν Ἰτών· τινὲς δὲ Σιτῶνα αὐτήν φασι διὰ τὸ σιτοφόρον. λέγεται δὲ καὶ ἡ Ἴτωνος ἀπὸ Ἰτώνου ἥρωος, ἀφ´ οὗ καὶ Ἰτωνία ἡ Ἀθηνᾶ, ἥτις καὶ Ἰτώνη. σεσημείωται τὸ Σούλμων πόλις Σικελίας. τὸ δὲ Κρότων διαστολὴν ἔχει σημαινομένου. Τὰ εἰς 'ων' ὑπὲρ δύο συλλαβὰς ἐπὶ πόλεων ὀξύνεσθαι θέλει, εἰ …