Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἴχναι, πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ. Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δ´ ἄλλην φησὶ διὰ τοῦ « α ». τὸ ἐθνικὸν Ἰχναῖος καὶ Ἰχναία ἡ Θέμις. διωκομένη γὰρ ὑπὸ τοῦ Διὸς κατελήφθη ἐν τοῖς τῶν Ἰχναίων τόποις, καὶ ἀπὸ τοῦ διωχθῆναι κατ´ ἴχνος ὠνομάσθη. ἔστι καὶ ἑτέρα τῆς ἀνατολικῆς πόλις.
…ς..... φάτνη, δάφνη καὶ Δάφνη προάστιον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας. ἔστι καὶ ἄλλη Δάφνη Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. ὄρφνη ἡ νύξ. Ἴγνη πόλις πλησίον Πριάπου. Ἴχναι πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δὲ ἄλλην φησὶ διὰ τοῦ 'α'. ἔστι καὶ ἑτέρα ἑῴα πόλις. λίμνη καὶ Λίμναι πόλις ἐν Ἑλλησπόντῳ, περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος «Λιμναίῳ δὲ χοροστάδ…