Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἰωλκός, πόλις Θεσσαλίας. “Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν”. ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, ἀφ´ οὗ τὸ Ἀμυρικὸν πεδίον Λαρισαίων. τὸ ἐθνικὸν Ἰώλκιος καὶ Ἰωλκία καὶ Ἰωλκίς καὶ Ἰωλκιάς.
…κος πόλις Κρητική, μάληκος ὄνομα· ὀρνέου, μαληκός δὲ ἀπὸ τοῦ μαλακός τροπῇ τοῦ 'α' εἰς 'η' ὀξύνεται, πίθηκος. Πήληκος πόλις ἐν Λιβύῃ, Ζάληκος ὄνομα ποταμοῦ, Ἀμάληκος, ἀφ´ οὗ Ἀμαληκῖτις ἐκλήθη. Κόθωκος ὄνομα ἥρωος. τὸ δὲ Ἰωλκός πόλις Θεσσαλίας «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» (Il. Β 712) ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, καὶ Ἀρδησκός ὀξύνεται. Τὰ εἰς 'κος' παραληγόμενα 'αι' ἢ 'οι' μὴ ἐπιθετικὰ προπαροξύνεται, Πάταικος, Φάλαικος, Μίθαικος, σόλοικος, μόνοικος τὸ κατὰ συναλοιφήν. ἔστι καὶ πόλις Λιγυστική…
Ἰωλκός, πόλις Θεσσαλίας. “Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν”. ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, ἀφ´ οὗ τὸ Ἀμυρικὸν πεδίον Λαρισαίων. τὸ ἐθνικὸν Ἰώλκιος καὶ Ἰωλκία καὶ Ἰωλκίς καὶ Ἰωλκιάς.
Τὰ εἰς 'οιβη' κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν« (Β 712) ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφυρὰς κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. προσηγορικὰ δὲ ὀξύνεται, λοιβή, στοιβή, ἀμοιβή. Τὰ εἰς 'βη' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα μὴ προσηγορικὰ τῇ 'οι' …