Κάναστρον, ἄκρον Θρᾴκης καὶ Μακεδονίας. τὸ ἐθνικὸν Καναστραῖος. Σοφοκλῆς δὲ ὑπομνηματίζων τὰ ἀργοναυτικά “Καναστραῖον” φησίν “ἀκρωτήριον τῆς Παλλήνης”. ἀλλ´ ἐναντιοῦται τὰ ἐθνικά, εἰ μὴ καὶ τοῦτο ἐκλάβοιμεν παραπλησίως τῷ Λέχαιον καὶ Λεχαῖος, καὶ Λύκειον τὸ γυμνάσιον καὶ Λυκεῖος Ἀπόλλων, καὶ Νύμφαιον καὶ Νυμφαῖος.
Canastron: a headland of Thrace and Macedonia. The ethnic (gentilic) is Canastraeus. But Sophocles, in his commentary on the Argonautica, says “Canastraion,” calling it “a promontory of Pallene.” However, the ethnics are at variance with this, unless we should also take this in a similar way to Lechaion and Lechaios, and Lykeion the gymnasium and Lykeios Apollo, and Nymphaion and Nymphaios.