Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Καρία, ἡ χώρα. τὸ ἐθνικὸν Κάρ, ὁμωνύμως τῷ οἰκιστῇ. τὸ θηλυκὸν κατὰ τέχνην [Καῖρα, καὶ ἐν διαλύσει] Κάιρα. ἡ χρῆσις δὲ τὴν « ει » δίφθογγον ἔχει. Ἀπολλώνιος δὲ διὰ τοῦ « ι » φησὶ μακροῦ, ὡς ἐν τῷ εʹ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκτασις ἀναγκαία διὰ τὴν παραλήγουσαν. τὰ γὰρ εἰς « α » βραχὺ λήγοντα παρασχηματιζόμενα ἐκτείνει τὴν παραλήγουσαν φύσει ἢ θέσει. Ἡρωδιανὸς δὲ ἐν μὲν τῇ ὀρθογραφίᾳ ἀμφιβολεῖ, ἐν δὲ τῇ καθόλου χρήσει ἑπόμενος διὰ διφθόγγου φησίν, ὑπομνηματίζων δὲ τὸ περὶ γενῶν Ἀπολλωνίου διὰ τοῦ « ι » μακροῦ. “ἔστι γὰρ ὅτε μετὰ τὴν διαίρεσιν ἔκτασις γίγνεται, ὀίομ…
…ῦ Σελεύκου. μάκαρ μάκαιρα, πρέσβειρα, δότειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, ἀντιάνειρα, κυδιάνειρα, κτεάνειρα, οὕτως καὶ Κάρ Κάειρα. καὶ ἔδει μὲν διὰ τοῦ 'ι' μακροῦ γράφεσθαι· Καῖρα καὶ ἐν διαλύσει Κάϊρα, ὡς Ἀπολλώνιος ἐν τῷ εʹ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκτασις ἀναγκαία διὰ τὴν παραλήγουσαν. τὰ γὰρ εἰς 'α' βραχὺ λήγοντα παρασχηματιζόμενα ἐκτείνει τὴν παραλήγουσαν φύσει ἢ θέσει. καὶ ἔστιν ὅτε μετὰ τὴν διαίρεσιν ἔκτασις γίνεται, ὀΐομαι, ὄϊγον, ὄϊδα παρ´ Αἰολεῦσιν ἀπὸ τοῦ οἶδα. ἡ χρῆσις δὲ τὴν 'ει' δίφθογγον ἔχει πρὸς τὸν χαρακτῆρα τῶν διὰ τοῦ 'ειρα'. τούτοις δὲ ἠκολούθησε καὶ τὸ πέπειρος πέπειρ…
…γεται καὶ Κάριος· οὕτως γὰρ ὁ Ζεὺς παρὰ Μυλασεῦσι τιμᾶται. τὸ θηλυκὸν Καρία. ἐκαλεῖτο δὲ καὶ ἡ Μεγάρων ἀκρόπολις Καρία ἀπὸ Καρὸς τοῦ Φορωνέως, καὶ ὁ οἰκήτωρ Κάριος. ἔστι καὶ Καρίνη. ἔστι καὶ Καριάτης. ἔστι καὶ Καριᾶτις, καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες, τὸ ἐθνικὸν Καριδεύς ὡς Ἀρκαδεύς, τὸ ἀπὸ τῆς τέχνης Καρίτης. τῶν Καρῶν τὸ κτητικὸν Καρικός. Ἡρόδοτος ἐν πρώτῃ “τὸ Καρικὸν ἔθνος δοκιμώτατον”.
…ι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ´ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη». Νευρίς χώρα Σαρματίας. πατρίς, χειρίς, καρίς παρὰ τὸ κάρη καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι δὲ καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες. * Τὰ εἰς 'ρις' δισύλλαβα ἑνὶ φωνήεντι ἢ διφθόγγῳ παραληγόμενα
…ς τῷ οἰκιστῇ. τὸ θηλυκὸν κατὰ τέχνην [Καῖρα, καὶ ἐν διαλύσει] Κάιρα. ἡ χρῆσις δὲ τὴν « ει » δίφθογγον ἔχει. Ἀπολλώνιος δὲ διὰ τοῦ « ι » φησὶ μακροῦ, ὡς ἐν τῷ εʹ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκτασις ἀναγκαία διὰ τὴν παραλήγουσαν. τὰ γὰρ εἰς « α » βραχὺ λήγοντα παρασχηματιζόμενα ἐκτείνει τὴν παραλήγουσαν φύσει ἢ θέσει. Ἡρωδιανὸς δὲ ἐν μὲν τῇ ὀρθογραφίᾳ ἀμφιβολεῖ, ἐν δὲ τῇ καθόλου χρήσει ἑπόμενος διὰ διφθόγγου φησίν, ὑπομνηματίζων δὲ τὸ περὶ γενῶν Ἀπολλωνίου…
…ής· τὸ μέντοι ἀθλητής, μαθητής, ποιητής, μαχητής, ἐγγυητής, φοιτητής, τρυγητής, ἀκονητής, αὐλητής, πειρατής, θεατής, τορευτής, βραβευτής, χρυσωτής, σταυρωτής, βεβαιωτής, ζηλωτής, διορθωτής ὀξύνεται, ὅτι οὐ βραχεῖαν ἔχει τὴν παραλήγουσαν. Τὰ γὰρ εἰς 'της' ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς φύσει μακρᾷ παραληγόμενα ὀξύνεσθαι θέλει. οὐκ ἄρα ὑγιῶς Τυραννίων παροξύνει τὸ ἑεδνωτής σχηματισθὲν παρὰ τὸ »ἑεδνώσαιτο θύγατρα« (Od. β 53). μάχεται δὲ τὸ κυβερνήτης. τὸ γὰρ ἀήτης οὐ παρ…