Παλλήνη

Stephanos of Byzantium - Ethnika

Παλλήνη OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #5
Greek source: meineke
Meineke: 497.12 | Billerbeck: Π5
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-14
Word count: 142
Source: vol4_038.jpg
Edit
Παλλήνη, πόλις Θρᾴκης, ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς. “Παλλήνη δ´ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα, τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι”. Θεαγένης ἐν Μακεδονικοῖς “οὐκ ἐνταῦθα δ´ ὁ περὶ Παλλήνης ἕστηκε λόγος. φασὶ γὰρ τὴν μὲν γῆν ταύτην κεκλῆσθαι Φλέγραν, τοὺς δ´ ἐνοικοῦντας Γίγαντας, εἰς οὓς Ἡρακλέα καταχθέντα τήν τε ὕβριν αὐτῶν καὶ τὴν μισανθρωπίαν ἐκπλαγῆναι. ἐπεὶ δὲ καὶ μάχης ἤρξαντο, τὰ συνήθη ὅπλα μετὰ χεῖρας λαβόντα, ἕπεσθαι παντὶ σθένει, κτείνοντα τοὺς πόλεμον αὐτῷ ξένια τοῦ κατάπλου παρασχόντας. γενέσθαι δ´ ἐν τῇ μάχῃ βροντάς τινας καὶ πρηστῆρας, ἀφ´ ὧν ἡ τῶν θεῶν μάχη πρὸς αὐτοὺς μεμυθολόγηται”. τὸ ἐθνικὸν Παλλήνιος. ἔστι δὲ καὶ δῆμος Ἀττικὸς τῆς Ἀντιοχίδος φυλῆς οὕτω λεγόμενος Παλλήνη· ὁ δημότης Παλληνεύς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.331
char LCS 266 (35.8%) · word LCS 49 (34.8%)
Stephanos
Παλλήνη, πόλις Θρᾴκης, ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς. “Παλλήνη δ´ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα, τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι”. Θεαγένης ἐν Μακεδονικοῖς “οὐκ ἐνταῦθα δ´ ὁ περὶ Παλλήνης ἕστηκε λόγος. φασὶ γὰρ τὴν μὲν γῆν ταύτην κεκλῆσθαι Φλέγραν, τοὺς δ´ ἐνοικοῦντας Γίγαντας, εἰς οὓς Ἡρακλέα καταχθέντα τήν τε ὕβριν αὐτῶν καὶ τὴν μισανθρωπίαν ἐκ…
Herodian
…ς τῇ Κρήτῃ Εἰρήνη. σαγήνη, λευκήνη, τιθήνη, Πειρήνη ἡ πόλις, Κισθήνη ἡ πόλις, συβήνη, ἀπήνη, Χαλδήνη ὄνομα κύριον, Καβήνη ἡ Κρήνη Λυκίας, Σαρδήνη ἡ Ἀμαζών. σελήνη. ἔστι καὶ σελήνη πόπανόν τι τῷ ἄστρῳ παραπλήσιον. ὑπήνη. Παλλήνη πόλις Θρᾴκης ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς «Παλλήνη δ´ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι». ἔστι δὲ καὶ δῆμος Ἀττικὸς τῆς Ἀντιοχίδος φυλῆς οὕτω λεγόμενος Παλλήνη. Κυλλήνη ὄρος Ἀρκαδίας, σταδίων Ὀλυμπιακῶν ἐννέα παρὰ πόδας ὀγδοήκοντα κατ´ Ἀπολλόδωρον. ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. ἔστι καὶ Ἠλείων ἐπίνειον Κυλλή…