Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ηλυκὸν Παμφυλίς,] τὸ κτητικὸν Παμφυλιακός, ὡς τοῦ Κύπριος τὸ Κυπριακός, Βοιώτιος Βοιωτιακός. ἐχρῆν δὲ τὸ Παμφυλίς προπαροξύνεσθαι ὁμοίως τῷ Ἄγρυλις, διὰ τὸ τοῦ « υ » μῆκος. τὰ γὰρ συνεσταλμένον ἔχοντα τὸ « υ » ὀξύνεται, πηγυλίς “νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος πηγυλίς”, Θηγυλίς, ἐπίθετον Ἀθηνᾶς, γογγυλίς. τὸ δὲ Παμφυλίς ἐθνικὸν ὀξύνεται, ὡς Αἰολίς Αἰτωλίς καὶ τὰ ὅμοια. .... ὁ φυλέτης Πάμφυλος, ἀλλὰ καὶ Παμφύλιος. ἔστι δὲ καὶ Παμφυλία πόλις Μακεδονίας.
… μέντοι κάβαλλις βαρύνεται. Τὰ εἰς 'λις' ὑπερδισύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύσει βραχέων ἢ τὸ 'ι' ἢ τὸ 'υ' βραχύ, ὀξύνεται, κυψελίς, βασιλίς, Αἰολίς, Ἐγχελίς, Κυβελίς· Πείσανδρος δεκάτῳ, Ἀργολίς, Ὀζολίς ἡ χώρα, Δασκυλίς, πηγυλίς «νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος πηγυλίς» (Od. ξ 475), Θηγυλίς ἐπίθετον Ἀθηνᾶς, γογγυλίς. τὸ μέντοι Ἄζιλις τὸ 'ζι' μακρὸν ἔχει. ἔστι δὲ πόλις Λιβύης. τινὲς δὲ Ἄζιριν μετὰ τοῦ 'ρ' λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁμοίως καὶ τὸ Ἄγρυλις προπαροξύνε…