Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Παναῖοι, ἔθνος Ἠδωνικὸν οὐ πόρρω Ἀμφιπόλεως.
… μάζας ποῶν». Ἑβραῖος. οὕτως Ἰουδαῖοι ἀπὸ Ἀβράμωνος, ὥς φησι Χάραξ. Θαμαναῖος ἔθνος Πέρσαις ὑπήκοον. Ἡρόδοτος τρίτῃ (c. 93). Ἰβαῖος ὁ καὶ Ἰβηνός ἔθνος Κελτικῆς. Λαιαῖος ἔθνος Παιονικόν. Θουκυδίδης δευτέρᾳ ( 96). Παναῖος ἔθνος Ἠδωνικὸν οὐ πόρρω Ἀμφιπόλεως. Μιναῖος ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Παρθυαῖοι ἔθνος πάλαι μὲν Σκυθικόν, ὕστερον δὲ φυγὸν ἢ μετοικῆσαν ἐπὶ Μήδους, κληθὲν δὲ οὕτως παρὰ Μήδοις διὰ τὴν φύσιν τῆς αὐτοὺς δεξαμένης γῆς ἑλώδους καὶ ἀγκώδους οὔ…