Stephanos of Byzantium - Ethnika
Panakra: mountains in Crete. Kallimachos: ‘in the Idaian mountains, which they call Panakra’. The ethnonym is ‘Panakraios’. The feminine is ‘Panakris’. There is also Panakron, a city in Cyprus. The ethnonym is ‘Panakraios’ or ‘Panakrios’.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πάνακρα, ὄρη Κρήτης. Καλλίμαχος “Ἰδαίοις ἐν ὄρεσσιν, ἅτε κλείουσι Πάνακρα”. τὸ ἐθνικὸν Πανακραῖος. τὸ θηλυκὸν Πανακρίς. ἔστι δὲ καὶ Πάνακρον πόλις Κύπρου. τὸ ἐθνικὸν Πανακραῖος ἢ Πανάκριος.
… Ἄθυμβρα πόλις Καρίας παρὰ Μαιάνδρῳ, Ἀθύμβρου κτίσμα, ἥτις μετὰ ταῦτα Νύσσα ἐκλήθη. Παλίμβοθρα πόλις Ἰνδική. Φάλακρον ἀκρωτήριον Κορκύρας, ὡς Ἀρτεμίδωρος ἐν πέμπτῳ γεωγραφουμένων φησί. Πάνακρον πόλις Κύπρου. εἰσὶ δὲ καὶ Πάνακρα ὄρη Κρήτης. Καλλίμαχος »Ἰδαίοις ἐν ὄρεσσιν, ἅτε κλείουσι Πάνακρα«. Τέγεστρα πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυλίᾳ ἀπὸ Τεγέστρου. Ἀρτεμίδωρος δὲ Τέγεστρον αὐτὴν καὶ κώμην οἶδεν »ἀπὸ Τεγέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδια ͵εκεʹ«. Τὰ εἰς 'ρον' ὑπερδισύλλαβα μακρᾷ παραληγόμενα προπαροξύ…