Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πανέλληνες, ὡς Παναχαιοί, ἀπὸ μέρους τὸ πᾶν, ὡς παρὰ τῷ ποιητῇ [ὡς] “Λέλεγας καὶ Τρῶας ἐναίρειν”. Ἕλληνες γὰρ παρ´ αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑλλάδα κατοικοῦντες “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί”.
…νας καὶ τὴν Κεφαλληνίαν ἐν δυσὶ 'λλ'—πλὴν τοῦ περπέρην. Τὰ εἰς 'ην' ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰς 'ην' βαρύνεται οἷον Ἕλλην φιλέλλην, Πανέλληνες ὡς Παναχαιοί ἀπὸ μέρους τὸ πᾶν ὡς παρὰ τῷ ποιητῇ «Λέλεγας καὶ Τρῶας ἀναίρειν» (Il. 20, 96). Ἕλληνες γὰρ παρ´ αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑλλάδα κατοικοῦντες «Μυρμιδόνες δὲ καλεῦνται καὶ Ἕλληνες καὶ Ἀχαιοί» (Il. 2, 684), εἴρην μελλείρην, ποιμήν ἀρχιποίμην, αὐχήν ἐριαύχην, ῥήν πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήσαντι·