Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Παντικάπαιον, πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. ὁ πολίτης Παντικαπαιεύς. λέγεται καὶ Παντικαπαιάτης. ἐστι δὲ Παντικαπεύς, ὡς ἀπὸ τοῦ Παντικάπη, ὡς τοῦ Σινώπη τὸ Σινωπεύς. τὸ δὲ Παντικάπη κεῖται παρὰ Εὐστοχίῳ.
…όλεια, ἀπὸ Νακόλης νύμφης· ὥσπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄρος Εὐβοίας ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ. Κυδαθήναιον δῆμος τῆς Πανδιονίδος φυλῆς. Παντικάπαιον πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς. Φοινίκαιον ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. Προστρόπαια πόλις Σικελίας. Τυμέναιον ὄρος περὶ Φρυγίαν. χωρὶς τοῦ Χαλαστραῖον νίτρον καὶ Ἠλακαταῖον ὄρος Θεσσαλίας καὶ Καναστραῖον …