Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Παραισός, [πόλις Κρήτης,] περὶ ἧς Ἡρωδιανὸς ἐν ὀγδόῳ “τὸ μέν τοι Παραισός ὀξύνεται. ἐγένετο δὲ ὁ Παραισὸς Μίνῳ συγγενής, ἀφ´ οὗ ἡ πόλις ἡ Παραισός ὁμοτόνως τῷ οἰκιστῇ”.
* Τὰ διὰ τοῦ 'αισος' ὑπερδισύλλαβα σπάνια ὄντα βαρύνεται, Ἅλαισος, κάβαισος ὁ ἄπληστος. Γάλαισος ὄνομα ποταμοῦ. τὸ μέντοι Παραισός ὀξύνεται· ἐγένετο δὲ ὁ Παραισὸς Μίνῳ συγγενής, ἀφ´ οὑ ἡ πόλις ἡ Παραισός ὁμοτόνως τῷ οἰκιστῇ. καὶ Πριαισός πόλις Κρήτης. τὸ δὲ Ἀπαισός ἠκολούθησε τῷ »ὅς ῥ´ ἐνὶ Παισῷ (Il. Ε 612). * Τὰ διὰ τοῦ 'αυσος' σπάνια ὄντα προπαροξύνεται βάναυσος ὃ καὶ βαύνασος, Νέμαυσος πόλις Γαλλίας ἀπὸ Νεμαύσου Ἡρακλείδου. * Τὸ Παράδει…
Παραισός, [πόλις Κρήτης,] περὶ ἧς Ἡρωδιανὸς ἐν ὀγδόῳ “τὸ μέν τοι Παραισός ὀξύνεται. ἐγένετο δὲ ὁ Παραισὸς Μίνῳ συγγενής, ἀφ´ οὗ ἡ πόλις ἡ Παραισός ὁμοτόνως τῷ οἰκιστῇ”.
* Τὰ διὰ τοῦ 'ειλος' πολυσύλλαβα σύνθετα ἀπὸ ὀνόματος προπαροξύνεται, τρίχειλος, ἀγκυλόχειλος, κροκόδειλος, εὔειλος. Τὰ εἰς 'ολος' ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προπαροξύνεται, Αἴολος τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός, Ἰταλός, ἄσβολος, εὔκολος, διάβολος. Ὅμολος ὄρος Θετταλίας, ὃ καὶ Ὁμόλη. Νάκολος, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαιάρχεια. αὐτόμολος καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν ὡς Ἡρόδοτος δευτέρᾳ (c. 30) «τοῖσι δ…