Παρθένιος

Stephanos of Byzantium - Ethnika

Παρθένιος OCR ✓ Trans ✓ Confirmed ✓
river
Παρθένιος, ποταμὸς ἐν μέσῳ τῆς Ἀμαστριανῶν πόλεως ῥέων. ἐκλήθη δ´ ἐκ τοῦ συνεχῶς περὶ αὐτὸν τὴν παρθένον Ἄρτεμιν κυνηγετεῖν, ἢ διὰ τὸ ἠρεμαῖον καὶ παρθενῶδες τοῦ ῥεύματος “ὣς ἀκαλὰ προρέων, ὡς ἁβρὴ παρθένος εἶσιν”. τινὲς ὅτι ἐν αὐτῷ ἔπεσεν ἡ παρθένος παλαιοῦ τινος βασιλέως θυγάτηρ· καὶ τὴν μὲν τελευτῆσαι ἐκεῖ, τῷ δὲ ποταμῷ Παρθένιον ὄνομα τοὺς προσχώρους θέσθαι ἐπὶ τῷ πάθει τῆς παρθένου. ἔστι καὶ ἀκρωτήριον πλησίον Ἡρακλείας, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν ἕκτῳ γεωγραφουμένων. ἔστι καὶ Παρθενία κώμη Πόντου πλησίον.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
FormulaX (genitive ETYMON) + Y (nominative DERIVED NOUN)
formula:439629f16cfaba3f
Translate as "Y is from 'X'"
Domain: COMPARISONS & DERIVATIONAL ANALOGIES
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence
Glossκαλεῖται/ἐκαλεῖτο/κέκληται/ἐκλήθη (ἀπο...)
gloss:ef7a95cd709173ed
is/used to be/is/was called/named after (+ ἀπο)
Domain: LINGUISTIC/META-LINGUISTIC
Matched · high confidence · 1 scan row · 1 occurrence

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.117
char LCS 197 (46.6%) · word LCS 34 (42.5%)
Stephanos
…μέσῳ τῆς Ἀμαστριανῶν πόλεως ῥέων. ἐκλήθη δ´ ἐκ τοῦ συνεχῶς περὶ αὐτὸν τὴν παρθένον Ἄρτεμιν κυνηγετεῖν, ἢ διὰ τὸ ἠρεμαῖον καὶ παρθενῶδες τοῦ ῥεύματος “ὣς ἀκαλὰ προρέων, ὡς ἁβρὴ παρθένος εἶσιν”. τινὲς ὅτι ἐν αὐτῷ ἔπεσεν ἡ παρθένος παλαιοῦ τινος βασιλέως θυγάτηρ· καὶ τὴν μὲν τελευτῆσαι ἐκεῖ, τῷ δὲ ποταμῷ Παρθένιον ὄνομα τοὺς προσχώρους θέσθαι ἐπὶ τῷ πάθει τῆς παρθένου. ἔστι καὶ ἀκρωτήριον πλησίον Ἡρακλείας, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν ἕκτῳ γεωγραφουμένων. ἔστι καὶ Παρθενία κώμη Πόντου πλησίον.
Herodian
…ἐν μέσῳ τῆς Ἀμαστριανῶν πόλεως ῥέων. ἐκλήθη δὲ ἐκ τοῦ συνεχῶς περὶ αὐτὸν τὴν παρθένον Ἄρτεμιν κυνηγετεῖν ἢ διὰ τὸ ἠρεμαῖον καὶ παρθενῶδες τοῦ ῥεύματος «ὡς ἀκαλὰ προρέων, ὡς ἁβρὴ παρθένος εἶσιν». τινὲς ὅτι ἐν αὐτῷ ἔπεσεν παρθένος παλαιοῦ τινος βασιλέως θυγάτηρ· καὶ τὴν μὲν τελευτῆσαι ἐκεῖ, τῷ δὲ ποταμῷ Παρθένιον ὄνομα τοὺς προσχώρους θέσθαι ἐπὶ τῷ πάθει τῆς παρθένου. ἔστι καὶ ἀκρωτήριον πλησίον Ἡρακλείας, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν ἕκτῳ γεωγραφουμένων. πυθμένιος, Λυκαόνιος, Μακεδόνιος, δαιμόνιος, Σαρπηδόνιος, Ζηράνιος ἔθνος Θρᾴκης. Θεόπομπος εἰκοστῷ πέμπτῳ. Ἀσκάνιος ποταμός. Εὐφορίων Χιλιάσι «καὶ Ψίλιν Ἀσκάνιόν τε Ναυαίθοιο». Βαρκάνιος ἔθνος τοῖς Ὑρκανοῖς ὅμορον. Τρα…