Παρθένου ἱερόν, τόπος καὶ ἄκρα πρὸ τῆς Χερρονήσου πόλεως Βοσπόρου, ὡς Στράβων “ἔστι δὲ δαίμονός τινος ἐπώνυμον καὶ ἄκρα καὶ ὁ νεὼς καὶ τὸ ξόανον Παρθένιον ἔχον σταδίους ἑκατόν”. ὁ δὲ σχηματισμὸς ἀπὸ δύο ἓν παράγωγον. ὡς γὰρ ἀπὸ τοῦ “Μόψου” καὶ “ἑστία” παρήχθη τὸ Μοψεάτης ἀπὸ μόνου τοῦ Μόψου, οὕτως καὶ ἀπὸ τῆς “παρθένου” καὶ “ἱερόν” ἢ “ἄκρα” ἢ “ξόανον” ὁ οἰκήτωρ παρήχθη μόνον τὸ Παρθένιος ἀπὸ τοῦ παρθένου μόνου ὀνόματος.
Translation pending