Παρνασσός

Stephanos of Byzantium - Ethnika

Παρνασσός OCR ✓ Trans ✓ Confirmed ✓
mountain
Entry #52
Greek source: meineke
Meineke: 506.5 | Billerbeck: Π52
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-14
Word count: 69
Source: vol4_058.jpg
Edit
Παρνασσός, ὄρος Δελφῶν. ὁ ὄρειος Παρνάσσιος, τὸ θηλυκὸν Παρνασσία καὶ Παρνασσιάς ἀπὸ τοῦ Παρνάσσιος, ὡς Ἑλικωνιάς, καὶ τὸ οὐδέτερον Παρνάσσιον. λέγεται καὶ Παρνασσίς παρὰ τὸ Παρνασσός, ὡς τοῦ Τευμησσός Τευμησσίς, καὶ Παρνασσεύς. τὸ κτητικὸν Παρνασσιακός. ἐκαλεῖτο δὲ πρότερον Λαρνασσός διὰ τὸ τὴν Δευκαλίωνος λάρνακα αὐτόθι προσενεχθῆναι. ἔνιοι δέ φασιν ἀπὸ Παρνασσοῦ Παρνασσὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύσασθαι Πυθοῖ πρῶτον, ὡς Ἀλεξανδρίδης φησὶν ἐν πρώτῳ περὶ τοῦ ἐν Δελφοῖς χρηστηρίου.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.209
char LCS 198 (48.5%) · word LCS 34 (49.3%)
Stephanos
…ρνάσσιος, τὸ θηλυκὸν Παρνασσία καὶ Παρνασσιάς ἀπὸ τοῦ Παρνάσσιος, ὡς Ἑλικωνιάς, καὶ τὸ οὐδέτερον Παρνάσσιον. λέγεται καὶ Παρνασσίς παρὰ τὸ Παρνασσός, ὡς τοῦ Τευμησσός Τευμησσίς, καὶ Παρνασσεύς. τὸ κτητικὸν Παρνασσιακός. ἐκαλεῖτο δὲ πρότερον Λαρνασσός διὰ τὸ τὴν Δευκαλίωνος λάρνακα αὐτόθι προσενεχθῆναι. ἔνιοι δέ φασιν ἀπὸ Παρνασσοῦ Παρνασσὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύσασθαι Πυθοῖ πρῶτον, ὡς Ἀλεξανδρίδης φησὶν ἐν πρώτῳ περὶ τοῦ ἐν Δελφοῖς χρηστηρίου.
Herodian
…πιθάνως. Πάρρασος εἷς τῶν Λυκάονος παίδων. Ἔρασος. σημείωσαι τὸ κερασός φυτὸν ὀξυνόμενον, τὴν δὲ πόλιν βαρύνουσιν. τὸ μέντοι Ἐγγυασός ἐκτεταμένον ἔχον τὸ 'α' ὀξύνεται καὶ τὸ Παρνασσός δύο 'σσ' ἔχον. ἔστι δὲ ὄρος Δελφῶν. ἐκαλεῖτο δὲ πρότερον Λαρνασσός διὰ τὸ τὴν Δευκαλίωνος λάρνακα αὐτόθι προσενεχθῆναι. ἔνιοι δέ φασιν ἀπὸ Παρνασσοῦ Παρνασσὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύσασθαι Πυθοῖ πρῶτον, ὡς Ἀλεξανδρίδης φησὶν ἐν πρώτῳ περὶ τοῦ ἐν Δελφοῖς χρηστηρίου. ὡσαύτως καὶ Ὑγασσός πόλις Καρίας, Βυβασσός πόλις Καρίας ἀπὸ Βυβασσοῦ νομέως περισώσαντος ἀπὸ θαλάσσης καὶ χειμῶνος εἰς Καρίαν ἐκπεσόντα Ποδαλείριον. λέγεται καὶ Βούβαστος. Ἀλέξανδρος δευτέρῳ Καρικῶν. Ἔφορος δὲ Βύβαστόν…