Κάσπειρος

Stephanos of Byzantium - Ethnika

Κάσπειρος OCR ✓ Trans ✓ Confirmed ✓
city
Κάσπειρος, πόλις Πάρθων προσεχὴς τῇ Ἰνδικῇ. Ἡρόδοτος γʹ. τὸ ἐθνικὸν Κάσπειροι, ὡς Διονύσιος ἐν γʹ Βασσαρικῶν “ἐν δέ τε Κάσπειροι ποσσικλυτοί, ἐν δ´ Ἀριηνοί”. καὶ πάλιν Κοσσαῖος γενεὴν Κασπειρόθεν, οἵ ῥά τε πάντων Ἰνδῶν ὅσσοι ἔασιν ἀφάρτερα γούνατ´ ἔχουσιν· ὅσσον γάρ τ´ ἐν ὄρεσσιν ἀριστεύουσι λέοντες, ἢ ὁπόσον δελφῖνες ἔσω ἁλὸς ἠχηέσσης, αἰετὸς εἰν ὄρνισι μεταπρέπει ἀγρομένοισιν, ἵπποι τε πλακόεντος ἔσω πεδίοιο θέοντες, τόσσον ἐλαφρότατοισι περιπροφέρουσι πόδεσσιν Κάσπειροι μετὰ φῦλα τά τ´ ἄφθιτος ἔλλαχεν ἠώς. ἔδει οὖν ὡς Στάγειρος Σταγειρίτης, οὕτως Κάσπειρος Κασπειρίτης. ἀλλ´ οἱ βάρβαροι Ἑλληνικὴν ἀναλογίαν οὐ φυλάττουσι.

Kaspeiros: a city of the Parthians situated on the border with India. Herodotus, book 3. The ethnonym is 'Kaspeiroi', as per Dionysios in book 3 of his Bassarika: 'and among them the far-famed Kaspeiroi, and the Arienoi.' And again: 'a Kossaian by descent, from Kaspeiros, who, out of all the Indians that exist have the swiftest knees; for as much as lions excel in the mountains, or as much as dolphins within the resounding sea, as the eagle stands out among the birds that flock together, and as horses dashing across the flat plain, so much do the Kaspeiroi surpass with the lightest feet, among the tribes who the undying Dawn takes as her charge.” As it is 'Stageirites' from 'Stageiros', it should therefore be 'Kaspeirites' from 'Kaspeiros'. But barbarians do not observe Greek analogy.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.198
char LCS 36 (7.0%) · word LCS 6 (6.7%)
Stephanos
Κάσπειρος, πόλις Πάρθων προσεχὴς τῇ Ἰνδικῇ. Ἡρόδοτος γʹ. τὸ ἐθνικὸν Κάσπειροι, ὡς Διονύσιος ἐν γʹ Βασσαρικῶν “ἐν δέ τε Κάσπειροι ποσσικλυτοί, ἐν δ´ Ἀριηνοί”. καὶ πάλιν Κοσσαῖος γενεὴν Κασπειρόθεν, οἵ ῥά τε πάντων Ἰνδῶν ὅσσοι ἔασιν ἀφάρτερα γούνατ´ ἔχουσιν· ὅσσον…
Herodian
…νῶ ὄνειρος, πέπτω πέπειρος. τὸ δὲ 'αι' τῆς πρώτης συλλαβῆς γέγονεν ἀπὸ τοῦ ἀΐσσω κατὰ κρᾶσιν. ἔστι δὲ καὶ Αἴγειρος πόλις Μεγαρίδος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ, ἣν Στράβων Αἰγείρουσαν λέγει. σάπφειρος λίθος, Στάγειρος. Κάσπειρος πόλις Πάρθων προσεχὴς τῇ Ἰνδικῇ καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Στάλιρος, Σίτιρος, Βίστιρος πόλις Θρᾴκης καὶ Πίστιρος τὸ ἐμπόριον. Κύστιρος, Δύσιρος, Βεδύσιρος, ἄϊρος σύνθετον ἀπὸ δισυλλάβου Ἶρος «ἦ τάχα Ἶρος ἄϊρος