Πάρνης

Stephanos of Byzantium - Ethnika

Πάρνης OCR ✓ Trans ✓ Confirmed ✓
mountain
Entry #53
Greek source: meineke
Meineke: 506.15 | Billerbeck: Π53
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-15
Word count: 47
Source: vol4_060.jpg
Edit
Πάρνης, Πάρνηθος, τὸ ὄρος τῆς Ἀττικῆς. τοῦτο καὶ ἀρσενικῶς λέγεται. Ἐμφανὴς ἐν Πυραυνῷ “ἐς κόρακας· ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ´ ὅλον”. καὶ θηλυκῶς, ὡς παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις “βλέπε νῦν δευρὶ πρὸς τὴν Πάρνηθα”. καὶ τὸ τοπικὸν Παρνήθιος λέγεται καὶ ἀπὸ τῆς Πάρνηθος γενικῆς τὸ θηλυκὸν Παρνηθίς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.64
char LCS 115 (47.9%) · word LCS 24 (50.0%)
Stephanos
Πάρνης, Πάρνηθος, τὸ ὄρος τῆς Ἀττικῆς. τοῦτο καὶ ἀρσενικῶς λέγεται. Ἐμφανὴς ἐν Πυραυνῷ “ἐς κόρακας· ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ´ ὅλον”. καὶ θηλυκῶς, ὡς παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις “βλέπε νῦν δευρὶ πρὸς τὴν Πάρνηθα”. καὶ τὸ τοπικὸν Παρνήθιος λέγεται καὶ ἀπὸ τῆς Πάρνηθος γενικῆς τὸ θηλυκὸν Παρνηθίς.
Herodian
…ά, μία τῶν τεσσάρων τῶν ἀπὸ Ἴωνος παίδων, Πέτρης λιμήν τις. Μέμβλης, Βάμβλης, λάγνης, Πάσνης, Μάσνης ὀνόματα ποταμῶν, Τρίσπλης ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ, Πάρνης τὸ ὄρος τῆς Ἀττικῆς. τοῦτο καὶ ἀρσενικῶς λέγεται. Ἀντιφάνης ἐν Πυραυνῷ »ἐς κόρακας· ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ´ ὅλον«· καὶ θηλυκῶς ὡς παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις (v. 323) »βλέπε νῦν δευρὶ πρὸς τὴν Πάρνηθα«. Ἴγνης ἔθνος οἰκῆσαν τὴν Ῥόδον, ὃ καὶ χωρὶς τοῦ 'ι' λέγεται. Φάγρης πόλις Θρᾴκης· Ἑκαταῖος Εὐρώπῃ καὶ Θουκυδίδης δευτέρᾳ (c. 99). Βάβρης, Ἔγκρης, Σάτρης ἔθνος Θρᾴκης ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ φησίν. Γόνδρης Θρᾴκιον ἔθνος. …