Πάρος

Stephanos of Byzantium - Ethnika

Πάρος OCR ✓ Trans ✓ Confirmed ✓
island
Entry #56
Greek source: meineke
Meineke: 507.5 | Billerbeck: Π56
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-15
Word count: 140
Source: vol4_062.jpg
Edit
Πάρος, νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος [αὐτὴν] καλεῖ ἐν τοῖς ἐπῳδοῖς. ᾠκεῖτο δὲ τὸ μὲν πρῶτον ὑπὸ Κρητῶν καί τινων Ἀρκάδων ὀλίγων. τοὔνομα μὲν λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν, ὡς Καλλίμαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησιν αὐτὴν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεσσαν καὶ Μίνῳαν καὶ Κάβαρνιν ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός. ὁ πολίτης Πάριος. εἰκῆ τοίνυν τὸ ἐθνικὸν τῆς Πάρου ὁ τεχνικὸς Ἀπολλώνιος Παριανός εἴρηκεν ἐν τῷ περὶ παρωνύμων οὕτω γράφων “τοῦ δὲ δευτέρου παρὰ τὸ Ζυγὸν Ζυγιανός, καὶ παρὰ τὴν Πάρον Παριανός, Λεοντιανός Ταυριανός”. ἀπὸ ταύτης λέγεται παροιμία τὸ ἀναπαριάζειν, ὡς Ἔφορος ἐν δεκάτῳ “ὁ δὲ Μιλτιάδης τῶν μὲν ἄλλων νήσων τινὰς ἀποβάσεις ποιησάμενος ἐπόρθησε, Πάρον δὲ εὐδαιμονεστάτην καὶ μεγίστην οὖσαν τότε τῶν Κυκλάδων καθεζόμενος ἐπολιόρκει πολὺν χρόνον τῆς θαλάττης εἴργων καὶ κατὰ γῆν μηχανήματα ἄγων. ἤδη δὲ τῶν τειχῶν πιπτόντων καὶ ἐπὶ τῷ παραδιδόναι τὴν πόλιν τῶν Παρίων διωμολογημένων, ὕλης τινὸς ἐξ αὐτομάτου περὶ τὴν Μύκονον ἐξαφθείσης οἱ μὲν Πάριοι τὸν Δᾶτιν αὐτοῖς πυρσεύειν ὑπολαβόντες ἐψεύσαντο τὰς ὁμολογίας καὶ τὴν πόλιν οὐκέτι τῷ Μιλτιάδῃ παρέδοσαν. ὅθεν φασὶν ἔτι καὶ νῦν ἡμᾶς χρῆσθαι τῇ παροιμίᾳ τοὺς ψευδομένους τὰς ὁμολογίας ἀναπαριάζειν φάσκοντας”. ἔστι καὶ ἄλλη Πάρος νῆσος Λιβυρνῶν, ὥς φησι Σκύμνος ὁ Χῖος ἐν πρώτῳ περιηγήσεως.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.190
char LCS 99 (8.9%) · word LCS 17 (8.3%)
Stephanos
Πάρος, νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος [αὐτὴν] καλεῖ ἐν τοῖς ἐπῳδοῖς. ᾠκεῖτο δὲ τὸ μὲν πρῶτον ὑπὸ Κρητῶν καί τινων Ἀρκάδων ὀλίγων. τοὔνομα μὲν λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν, ὡς Καλλίμαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησιν αὐτὴν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεσσαν καὶ Μίνῳαν καὶ Κάβαρνιν ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός. ὁ πολίτης Πάριος. εἰκῆ τοίνυν τὸ ἐθνικὸν τῆς Πάρου ὁ τεχνικὸς Ἀπολλώνιος Παριανός…
Herodian
λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν ὡς Καλλίμαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησιν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεσσαν καὶ Μινῴαν καὶ Κάβαρνιν. ἔστι δὲ καὶ ἄλλη Πάρος νῆσος Λιβυρνῶν, ὥς φησι Σκύμνος ὁ Χῖος ἐν πρώτῳ περιηγήσεως. Κλάρος. Νίκανδρος (Ther. 958) μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρος νιφό…
Herodian 1.97
char LCS 56 (5.0%) · word LCS 10 (4.9%)
Stephanos
…νων Ἀρκάδων ὀλίγων. τοὔνομα μὲν λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν, ὡς Καλλίμαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησιν αὐτὴν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεσσαν καὶ Μίνῳαν καὶ Κάβαρνιν ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός. ὁ πολίτης Πάριος. εἰκῆ τοίνυν τὸ ἐθνικὸν τῆς Πάρου ὁ τεχνικὸς Ἀπολλώνιος Παριανός εἴρηκεν ἐν τῷ περὶ παρωνύμων οὕτω γράφων “τοῦ δὲ δευτέρου παρὰ τὸ Ζυγὸν Ζυγιανός, καὶ παρὰ τὴν Πάρον Παριανός, Λεοντιανός Ταυριανός”. ἀπ…
Herodian
Ἀταρνίς, Καλυδνίς. τὸ δὲ Κάβαρνις βαρύνεται. οὕτω δὲ Πάρον Νικάνωρ κεκλῆσθαί φησιν ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός. καὶ τὸ Θέογνις βαρύνεται. Τὰ εἰς 'ξις' καὶ 'ψις' ἀπὸ μελλόντων ἐσχηματισμένα βαρύνεται, ἕξω ἕξις, λέξω λέξις, ψύξω ψῦξις, σκήψω σκῆψις· ἔστι δὲ καὶ πόλις Τρωϊκή· Ξενοφῶν Ἑλληνικῶν τρίτῳ (c. 1, 25)· ἐκλήθη δὲ ἀπὸ τοῦ σκ…