Παρρασία, πόλις Ἀρκαδίας. Ὅμηρος “Στύμφηλόν [τ´ εἶχον] καὶ Παρρασίην ἐνέμοντο”. κέκληται ἀπὸ Παρρασοῦ, ἑνὸς τῶν Λυκάονος παίδων. Χάραξ δὲ κτίσμα Πελασγοῦ ἐν πρώτῳ χρονικῶν οὕτως “Πελασγὸς Ἀρέστορος παῖς τοῦ Ἐκβάσου τοῦ Ἄργου μετοικήσας ἐξ Ἄργους εἰς τὴν ἀπ´ ἐκείνου μὲν τότε Πελασγίαν, ὕστερον δὲ Ἀρκαδίαν κληθεῖσαν, ἐβασίλευσεν ἔτη εἰκοσιπέντε καὶ πόλιν Παρρασίαν ἔκτισε”. Νικάνωρ δὲ Παρβασίαν φησὶν αὐτὴν κεκλῆσθαι διὰ τὴν Λυκάονος εἰς τὸν Δία παρανομίαν. ὁ πολίτης Παρράσιος καὶ Παρρασιεύς καὶ Παρρασίς “δέξονται Φολόης οὔρεα Παρρασίδος” καὶ Παρρασική.
Translation pending