Stephanos of Byzantium - Ethnika
Patara: a city of Lycia. Hekataios in the Asia. It was named from Pataros the son of Apollo and Lykia daughter of Xanthos. Alexander says that a maiden Salakia from Ophionis carried sacred things to Apollo in a 'patara'; and these were cakes lyres and bows and arrows, with which they play as infants. Having set down the vessel she rested along the road; a wind blowing up cast the patara into the sea, and the girl went home weeping, and the patara was carried down to the peninsula of the Lycians; and one of the fugitives from Salakia, chancing on the patara, burned all the cakes in it and dedicated the peninsula as sacred to Apollo. And the land was named from the vessel, the patara, Patara. And 'patara' is translated in Greek 'chest'. The citizen Patareus. The feminine Patareis, as 'basileis'. The possessive "Patarean water".
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…άνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. θεῖσαν δὲ τὸ ἄγγος ἀναπαύεσθαι κατὰ τὴν ὁδόν· ἄνεμον δ´ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν, κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τοῦ πατάρας, Πάταρα. μεθερμηνεύεσθαι δὲ τὴν πατάραν ἑλληνιστὶ κίστην. ὁ πολίτης Παταρεύς. τὸ θηλυκὸν Παταρηίς, ὡς βασιληίς. τὸ κτητικὸν “Παταρήιον ὕδωρ”.
…άνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. θεῖσαν δὲ τὸ ἄγγος ἀναπαύεσθαι κατὰ τὴν ὁδόν. ἄνεμον δὲ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν, κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τῆς πατάρας, Πάταρα. μεθερμηνεύεσθαι δὲ τὴν πατάραν Ἑλληνιστὶ κίστην. Πίναρα πόλις μεγίστη, ὑπερκειμένη τῷ Κράγει ὄρει τῆς Λυκίας. Πολύαρα πόλις Καρίας. Σίγγαρα πόλις Ἀραβίας. Τάρφαρα πόλις τῆς εὐδαίμονος Ἀραβίας. ἔντερον…