Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πειραιός, οὕτως ἐκαλεῖτο ὁ λιμὴν τῆς Ἀττικῆς. Πειραιός δὲ καὶ τὸ ἐθνικόν. ὕστερον δὲ Πειραιεύς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Πειραιεύς. τὰ τοπικὰ ἐκ Πειραιῶς, εἰς τόπον εἰς Πειραιᾶ, ἐν τόπῳ ἐν Πειραιεῖ καὶ Πειραιοῖ. λέγεται καὶ κτητικῶς Πειραϊκός μετὰ σ…
…οπερισπωμένου ἐπιθετικοῦ ἐγένετο· ὅθεν Ἥραιον πόλις Θρᾴκης. Ἡρόδοτος τετάρτῃ (c. 90), τὸ δὲ τεῖχος Ἡραῖον. τὸ μέντοι Πείραιος προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡς παρὰ τὸ φιλῶ Φίλαιος καὶ παρὰ τὸ βέβηκα βέβαιος. τὸ δὲ Πειραιός—οὕτως ἐκαλεῖτο ὁ λιμὴν τῆς Ἀττικῆς καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ὕστερον δὲ Πειραιεύς. ἔστι δὲ καὶ τῆς Κορινθίας λιμήν—πρὸς ἀντιδιαστολὴν ὀξύνεται. * Καὶ καθόλου τὰ ἀπὸ τῶν εἰς 'α' ἢ 'η' ἢ εἰς 'ος' παραγόμενα προπερισπᾶται, ὥρα ὡραῖος, θύρα θυραῖος, Πέλλα Πελ…
…θοωντίδος φυλῆς. ὁ δημότης Πειραιεύς. τὰ τοπικὰ ἐκ Πειραιῶς, εἰς τόπον εἰς Πειραιᾶ, ἐν τόπῳ ἐν Πειραιεῖ καὶ Πειραιοῖ. λέγεται καὶ κτητικῶς Πειραϊκός μετὰ συστολῆς τοῦ « α ». ἔστι καὶ τῆς Κορινθίας λιμήν. λέγεται δὲ καὶ “Πειρήτιδος ἱερὸς ὄρνις” ὡς ἀπὸ τοῦ Πειρήτης ἀρσενικοῦ. ἔστι δὲ δῆλον ὡς ἀπὸ τοῦ Πειραία Πειραιάτης καὶ Πειραιείτης καὶ καθ´ ὑφαίρεσιν τῆς « ει » διφθόγγου Πειραιάτης.
…οτωνιᾶτις, Μαλεᾶτις, Μιδεᾶτις, Μυρλεᾶτις χώρα Βιθυνίας, Ναυκρατιᾶτις, Πισᾶτις, Πλαταιᾶτις, Πυλᾶτις «Πυλάτιδες ἀγοραί» (Sophocl. Trach. 638). Σπαρτιᾶτις, Τεγεᾶτις, Ὑσιᾶτις. Αἰγινήτης Αἰγινῆτις, κωμήτης κωμῆτις, Πειρῆτις «Πειρήτιδος ἱερὸς ὄρνις» ὡς ἀπὸ Πειρήτης ἀρσενικοῦ, πρωθῆβις. Μάγνης Μαγνῆτις παρὰ Σοφοκλεῖ, Κουρής Κουρῆτις. Μασῆτις λίμνη, κώμη καὶ νῆσος. νησιώτης νησιῶτις, Ἀρδαλιῶτις, Ἑστιαιῶτις ἡ Θεσσαλικὴ μοῖρα. Ἰταλιῶτις. Μαιώτης ἔθνος Σκυθικὸν καὶ Μαιῶτις λίμ…