Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Πέλη, πόλις Θεσσαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ. ἔστιν οὖν ἀπὸ τοῦ Πέλη Πέλεια, ὡς Ζέλη Ζέλεια. τὸ ἐθνικὸν Πελεύς.
… ἢ 'ε' βαρύνεται, ἀσυνάλειπτα ὄντα, πάλη, σάλη ἡ φροντίς, ὅθεν ἀσαλής ὁ ἀμέριμνος. Αἰσχύλος »ἀσαλὴς μανία« καὶ ἀσαλίαν Σώφρων τὴν ἀμεριμνίαν καὶ ἀλογιστίαν καλεῖ. ζάλη, ἄλη ἡ πλάνη, ἕλη, Ζέλη πόλις Τρῳάδος ἣ καὶ Ζέλεια. Πέλη πόλις Θεσσαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ, καὶ ἀπὸ τοῦ Πέλη Πέλεια. Ἁλή δὲ πόλις πρόσχωρος τῇ Ἀργείᾳ καὶ Ἁλαί Ἀραφηνίδες καὶ Ἁλαί Αἰξωνίδες, δῆμοι τῆς Ἀττικῆς ὀξυτόνως. ἔστι δὲ καὶ λίμνη ἐκ θαλάσσης. εἰσὶ δὲ καὶ Ἁλαί πόλισμα Βοιωτίας. Παυσανίας ἐνάτῳ ( 24, 5). …